# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 373.4-6

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 373.4 to 373.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/373.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/373.4

Καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά. Τὰ πολλὰ διαδήματα τῆς κατὰ πάντων ἐξουσίας ἐστὶ γνώρισμα, οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· οὐρανίων μὲν, τῶν ἀγγελικῶν ταγμάτων· ἐπιγείων δὲ, τῶν ἐν ἀγίοις συστημάτων καὶ τῶν ἐν βασιλείαις σκήπτρων· καταχθονίων δὲ, ἐπεὶ καὶ νεκρῶν ὡςπερ καὶ ζώντων κυριεύσει κατὰ πάντων τὰ νικητήρια ἐπιφερόμενος. Ὁ οὐδεὶς εἶδεν, εἰ μὴ αὐτός. Τὸ ἄγνωστον τοῦ ὀνόματος τὸ τῆς οὐσίας ἐστὶ αὐτοῦ ἀκατάληπτον σημαίνει. Ταῖς γὰρ οἰκονομίαις ἄν πολυώνυμος, ὡς Ἅγας, ὡς Ποιμήν, ὡς Ἥλιος, ὡς Φῶς, ὡς Ζωή, ὡς Ἅγιασμα, ὡς Ἀπολύτρωσις (61). Καὶ ταῦς ἀποφάσεις ὁμοίως, ὡς Ἄφθαρτος, Ἄδρατος, Ἀναλλοίωτος, ἢ Οὐσία ἀνώνυμος, αὐτῷ μόνῳ γνωστή, καὶ οὐ τινὶ ἑτέρῳ. Ἱμάτιον βεβαμμένον ἐν αἵματι. Ἱμάτιον τοῦ Λόγου, ἢ ἀρχαντος σάρξ, ἢ βαρεῖσα ἐν τῷ τιμῷ αὐτοῦ αἵματι. Ἄλλ’ εἴκως ἐστὶ τινὰ ἐπαπορήσαι, πῶς δὲ πρὸ μικροῦ ἀνώνυμος χρηματίσας καὶ πᾶσιν ἀγνώστος κατὰ τὸ ὄνομα, νῦν ἐνταῦθα Λόγος ὀνομάζεται. Ἡ οὖν πρὸς ἐνδείξιν τῆς ὑπὸ τῆς ὑποστάσεως καὶ τῆς ἐκπαθοῦς ἐκ Πατρὸς γεννήσεως ἐκλαπτεῖν

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
