# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 377.2

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 377.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/377.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/377.2

Ἀρέδα ἐκ τοῦ αὐτοῦ. Κλειδὴν τὴν ἀσφαλῆ καὶ ἀπρόσιτον τῶν κατακριτῶν καταχῶν λέγει· ἄβυσσον δὲ, τὴν ἀπέραντον εἰς διέξυδον· ἄλυσιν δὲ, τὴν καθεκτικὴν τῆς ψυχῆς ἐνέργειαν. Χίλια δὲ οὐ πάντως τὰ τοσαῦτα τῷ ἀριθμῷ νοεῖν ἀπολογον. "Ἡ γὰρ τῶν πολλῶν, ἢ τοῦ τελείου σημαντικὸν τὸν τῶν χιλίων ἀριθμὸν εἰκάζομεν. Χίλια ἔτη τοίνυν, εἰτε τὰ ἀπὸ τῆς Χριστοῦ παρουσίας ἕως τῆς τοῦ Ἀντιχριστοῦ ἐνδημίας, εἰτε δεκάκις ἑκατὸν, εἰτε καὶ τούτων ἀποδόντα, οὐχ ἡμῶν ἐστι γινώσκει τὸ ἀκριβές· ὅτι μηδέ θνητῇ φύσει γινώσκει χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
