# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 379.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 379.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/379.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/379.1

καὶ πρόσκαιρος, ὁ δὲ δι' ἁμαρτημάτων ἔκτισιν ἐν τῷ μέλλοντι αἰῶνι ἐπαγόμενος, ἀτελεύτητος καὶ δίδιος, ὅπερ ἐστὶν ἡ τοῦ πυρὸς γένεσις. Ἄλλὰ γε καὶ νεκρῶν διαφορὰς γινώσκομεν· οἱ μὲν φευκτοί, περὶ ὧν φησι καὶ ὁ προφήτης· Οἱ δὲ νεκροὶ ζῶν·τοὺ μὴ ἴδωσιν· οἱ δὲ ἐπανεστοί, οἱ διὰ Χριστὸν τὰς ἡδονὰς τοῦ σώματος πράξεις ἀποκτινύντες, τὴν νῆψιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες. Ἡ δὲ δευτέρα ἀνάστασις, ἡ καθολικὴ ἐστὶ τῶν σωμάτων, ἥτις ἀνάστασις ἀρχὴ τῆς μελλούσης αὐτοῖς κολάσεως γίνεται. Κατὰ δὲ τὴν πρώτην εὐδαιμονησάντων ἀνάστασιν οὐκ ἔχει ἐξουσίαν ὁ δεύτερος ἀπὸ τῆς ἁμαρτίας πρὸς τιμωρίαν ἀποκαθιστῶν θάνατος, ἀλλ' ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ. Χιλία δέ, οὐ τὰ τῷ δεκάδῳ ἀριθμῷ τιν ἐκατὸν συντελούμενα, ἀλλ' ἐπειδὴ ὁ δέκατος ἀριθμὸς πρῶτος ἀριθμὸς τέλειος ἐκ μονάδων συνάστη, εἶτα πάλιν αὐτὸς τῷ δεκαδικῷ διαστήματι τὸν ἑκατὸν ἀπετέλεσε, καὶ πάλιν, οὕτως ἐπὶ τῶν δέκα πολυπλασιασθεὶς ἀπὸ τούτων τὴν σωρίδα τοῦ χιλία συνεστήσατο ἐκ τελείου πρὸς τελειώτερον καταντήσας, εἰκότως τῷ ὑπερταλεῖ Θεῷ τὸ τέλειον τῆς μετὰ ἀνθρώπων συνδιατριβῆς ἀχωρίαστο, οὐχ ὅτι πάντως τοσοῦτον τῷ ἀριθμῷ, ἀλλὰ διὰ τοῦ τελείου τούτο ἐμφανίζων, ὡς πᾶν ὃ ἂν χρόνον διάστημα διεδεδοθῇ μετὰ τῆς ἀνθρώπων τοῦ Χριστοῦ συναναστροφῆς, οὐχ ἂν τούτῳ τῷ ἀτελεῖ προσανενεχθείη.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
