# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 379.5

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 379.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/379.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/379.5

Χιλία ἔτη. Τὸν ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας χρόνον, μέχρι τοῦ Ἀντιχρίστου λέγει, οὕτως λυθείντος, εἴταγε λοιπὸν καὶ τὰ ἔθνη καὶ τόπους τῆς οἰκουμένης, καθ' οὓς τὰ τῆς συνήθους αὐτῷ ἐπιδηξεται πλάνης, καὶ πρὸς τίνων καὶ κατὰ τίνων ὡς ἀφηγουμένων ὁ πόλεμος οὗτος συσταίη. Ἔθνη μὲν οὖν, τὰ εὐεξαπάτητα λέγει· τόπους δέ, τοὺς ὑπὸ τὴν ὑπ' οὐρανόν, οὓς καὶ τέσσαρας γωνίας ὀνομάζει τῆς γῆς, τὰς τέσσαρας λήξεις τῆς οἰκουμένης οὕτω κκλῶν, ἀπὸ τῶν ἡλιακῶν φορῶν οὕτω κληθείσας, καὶ τῶν κατὰ ἀστέρια τινὰς οἰκειώσεων. Ἐπεὶ τοίνυν ἔθνη μὲν ταῦτα μεθ' ὧν ὁ πόλεμος μέλλει συγχροτεῖσθαι, καὶ χώρος οὗτος ἐν ᾧ ἤδη καὶ τοὺς καθῃγουμενους εἰσάγει ὥσπερ πολεμάρχης ὁ Γῶγ καὶ Μαγώγ, ἐν καὶ Ἰεζεκιὴλ προφητεύει ἐπ' ἐσχάτου καιροῦ ἐλευσόμενον σὺν δυνάμει βαρεῖα. Ἄλλ' Ἰεζε-

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
