# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 381.5-382.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 381.5 to 382.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/381.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/381.5

Λευκὸς μὲν ὁ θρόνος, ὅτι καὶ ἄμυχος μελανίας ἁμαρτιῶν τῶν ὑπὸ τῷ οὐρανῷ συντελουμένων πᾶσα πρᾶξίς ἁγίων, ἐν οἷς ἐνδύεται Θεός. Μέγας δέ, ὅτι καὶ ὁ ἔποχος τούτου, περὶ οὗ καὶ Δαυὶδ τῷ, « Μέγας ὁ Κύριος ἡμῶν, » ἐμελῴδει. Οὐ ἀπὸ προσώπου ἐφυγεν ἡ γῇ. Ἡ φυγὴ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, οὐ τοπικὴν σημαίνει μεταστάσασιν (ποῦ γὰρ καὶ χωρήσουσι;), ἀλλὰ φυγὴν τὴν ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν καὶ μετάστασιν, καὶ τὴν ἐσχάτην τοῦ Κυρίου παρουσίαν, καθ' ἣν τὸ θνητὸν ἡμῶν τοῦτο σῶμα ἐνδύεται ἀφθαρσίαν, καὶ ἀνακαινισθήσεται τὸ πρόσωπον τῆς γῆς. Καὶ εἶδον τοὺς νεκρούς. Νεκροὺς ἢ πάντας ἀνθρώπους ὡς τὴν τοῦ σώματος νέκρωσιν ὑπομείναντάς φησιν, ἢ τοὺς νεκρωθέντας τοῖς παραπτώμασι. Μεγάλους δὲ καὶ μικρούς, ἢ τοὺς τῇ ἡλικίᾳ τοῦτο ὄντας, ἢ τοὺς μᾶλλον καὶ ἧττον τὰ τῆς νεκρώσεως ἔργα πράξαντας, καὶ ἀναλόγως κολασθησομένους ταῖς πράξεσι, μεγάλους μὲν τοὺς δικαίους, μικροὺς δὲ καὶ οὐτὶδανοὺς τοὺς ἁμαρτωλοὺς, διὰ ψυχῆς ἑργῶν εὐτελείαν. Καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ. Τὴν τελευταίαν καὶ κοσμικὴν ἀνάστασιν ὅπως ἔσται ἐξηγούμενος, ταῦτα διεξῆσιν. Ἐπεὶ γὰρ τινες, ἀπιστοῦντες αὐτὴν ἔσεσθαι, φασὶ μὴ οὕν τε γενέσθαι. αὐτῶν. Καὶ ὁ θάνατος οὐχ ἔσται ἔτι, οὔτε πένθος, οὔτε κραυγή, οὔτε πόνος οὐκ ἔσται ἔτι. Ὅτι τὰ πρῶτα ἀπῆλθε.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
