# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 384.5

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 384.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/384.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/384.5

Ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοὶ τοῦ θεοῦ εἰσι. Μὴ νόμιζε, φησίν, ὦ Ἰωάννη, τῇ τοῦ μεγέθους τῶν καινοποιουμένων ἀλλοιώσει ὡς καθ᾽ ὑπερβολὴν φαντασίας, ὑποκείναι ψευδεῖ τινι ἐκβάσει τὰ λεγόμενα σοι. Τοσοῦτον γὰρ ἀληθῆ, ὥστε καὶ γραφῇ καταθεῖναι σε ταῦτα παρεγγυώμαι εἰς ἀνεπιλήστων τοῦ ὅτι γενήσεται. Ἀληθινοὶ γὰρ καὶ πιστοὶ οἱ λόγοι, ὡς ὑπ᾽ αὐτῆς ἐχρεομένου τῆς τῆς ἀληθείας. Ἀρχὴ δὲ καὶ τέλος Χριστός, ὁ καὶ τὸ α καὶ τὸ ω ἑαυτῷ ἀναθεῖς· ἀρχὴ, ὡς πρῶτος διὰ τὴν θεότητα· τέλος δέ, ὡς ἀπὸ τῆς πρώτης τῶν ἀσωμάτων κτίσεως, μέχρι τῶν τελευταίων ἀνθρώπων τὴν οἰκείαν ἐκτείνων πρόνοιαν. Τῷ διψῶντι δὲ ἡ μὲν ἐπαγγελία δοθῆναι ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς, ἀλλὰ διψῶντι τὴν δικαιοσύνην, ὡς καὶ ὁ Χριστὸς φησιν· « Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. » Ἐκ τῆς πηγῆς δὲ τοῦ ὕδατος τῆς ζωῆς ἡ τῆς δίψης ἀνάκτησις ἐπαγγέλλεται, ἥτις πηγὴ οὐκ ἄλλη, εἰ μὴ ὁ Χριστός. Δωρεὰν δὲ ἡ χορηγία τοῦ τοιούτου ὕδατος ὑπσχέται, καίτοι ἀλλοχοῦ τὴν εἰς τὴν ζωὴν ἀπάγουσαν ὁδὸν κόπῳ καὶ βίᾳ πολλῇ εὑρίσθαι λέγοντος. Τί οὖν ἐνταῦθα τὸ, δωρεάν, αἰνίττεται, ἢ τὸ μὴ ἔχειν παραμετρεῖσθαι τὰ πρόσκαιρα τοῖς διαιωνιζούσι; Περὶ ὧν καὶ Παῦλός φησιν· « Οὐ γὰρ ἀξία τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. »

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
