# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 385.4

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 385.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/385.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/385.4

Οὐς πρὸ τοῦτου τιμωροὺς εἰσηγεῖτο, νῦν ἀπεναντίως προσφέρει καὶ ὡς ἰατροὺς, ποτὲ μὲν τέμνειν ἀφωρισμένους, ποτὲ δὲ φάρμακα ἐπιπάσσοντας ἤπια. Ὁ γὰρ τότε τὴν πληγὴν τοῖς ἀξίοις ἐπάγων, νῦν τὴν μακαριότητα τῆς Ἐκκλησίας τῶν ἁγίων ὑποδείκνυσιν. Πληγῶν δὲ τῶν ἐσχάτων, οὐ τῷ χρόνῳ τὸ ἔσχατον ἔχουσα λέγει, ἀλλὰ τῶν πρὸς κάκωσιν τὸ ἀκμαῖον ἐπιφέροντι εἴδους. Νύμφην δὲ τοῦ Ἀρνίου καλῶς τὴν γυναικὰ φησιν. Ὅτε γὰρ ὡς ἄνθρωπος ἐσφαλγιἀσθη Χριστῷ, τότε αὐτὴν τῷ οἰκεῖῳ αἵματι ἐνυμφεύσατο. Ὡσπερ γὰρ τοῦ Ἀδάμ καθεύδοντος διἐπλάσθη ἡ γυνὴ τῆς πλευρᾶς ἀφαιρέσει, οὕτω καὶ τοῦ Χριστοῦ ἐν τῷ σταυρῷ ἐκουσίως διὰ θανάτου ὑπνώσαντος τῇ ἐκχυσέ τοῦ ἐκ τῆς πλευρᾶς αἵματος ἡ Ἐκκλησία συστάσα, τῷ παθόντι δι᾿ ἡμᾶς ἡρμοσταί.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
