# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 390.3-5

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 390.3 to 390.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/390.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/390.3

ι'. Ὁ δέκατος, χρυσόπρασος. Τούτῳ Θαδδαῖος ἀνάκειται, ὁ τῷ Ἀγγάρῳ βασιλεῖ Ἐδέσσης τὴν τοῦ Χριστοῦ πίστιν εὐαγγελισάμενος, ἥτις χρυσὸς χρηματίζουσα τὴν ἰδέαν, καὶ ταύτῃ τὸ τίμιον ἐαυτῇ μνοιομένη, οὐδὲ τοῦ πρασίου ἀμοιρεῖ, εἴτεον τὴν πρὸς τὰ ἐμπαθῆ νέκρωσιν τῆς κατὰ Χριστὸν πίστεως αἰνιττομένης τῆς ἀποκαλύψεως, εἴτε καὶ τὸ ἀείζωον διὰ τῆς ἀειθαλίας τοῦ πρασίου χρώματος. ια'. Ὁ ἐνδέκατος, ἱάκινθος. Τούτῳ κυανιζόντι τὴν χρόαν, ἤγουν ἀεριζόντι ὁ Σίμων ὁ Ζηλωτὸς ἀπεικάζεται, τοῦ μὲν τῶν Ζηλωτῶν ἀειπλανοῦς στύβους χρηματίζον (διὸ καὶ ὡς ἀεριζῶν καὶ ἐξηνεωμένος τὸ φρόνημα), ἀλλ' οὖν τῇ ἐπιγνώσει τῆς ἀληθείας, εἰ καὶ ὀψέ, τὸν ζῆλον ἐπὶ τὸ βέλτιστον μεθερμοσάμενος. ιβ'. Ὁ δωδέκατος, ἀμέθυσος. Οὕτος πυρρὸς τὸ χρώμα φαινόμενος, τῷ Μαθθίᾳ εἰκῶτως ἀφορισθήσεται, τῆς ἀπ' οὐρανοῦ ρεύσεως ὀπτασίας ἐμπύρου δρόσου τοὺς ἕνδεκα κοινοῦντος, παρὸ καὶ μέθη καταλήπτοι τοὺς ἀνοήτους ὑπωπτεύθησαν, εἰ καὶ πάσης νήψεως κρείττους διέκειντο. Διόπερ καὶ τῷ ἀμεθύστῳ προσενεμήθη, ὅτι ὁ μεθὲ τὸν ἀμέθυσον ἐπιφερόμενος, ἠττάσθαι μέθῃ διατεφύλληται.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
