# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 40.2

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 40.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/40.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/40.2

Πιπθελὲς δ’ εἰς ὑστερον ἀλλοθνοῦς πόθῳ γυναικός, καὶ τὴν ἀλκὴν ἐν τινὶ κέκτηται βιασαμένης αὐτὸν ἐξειπεῖν, προδόθῃ τοῖς πολεμίοις. Ἐπεὶ γὰρ ἔγνω τὸ γύναιον τὴν ἀλκὴν ἐν ταῖς θριξὶν αὐτῷ παρεῖναι, ἀναλχὴ διέδειξεν τοῦτον ἀποξευράσασα. Λαβόντες δὲ αὐτὸν, αἰχμάλωτον εἶχον οἱ πολέμιοι, καὶ κατεπαιζον αὐτοῦ παρὰ τοὺς ἑαυτῶν θεοὺς εὐωχούμενοι, καὶ τοῖς ὄμμασιν αὐτὸν πηρώσαντες ἐκόλαζον. Ὅς δὲ ἐπέγνω τὰς τρίχας αὐτοῦ προτεῖναι, καὶ τὴν ἀλκὴν ἐγγίνεσθαι, ἐπεύχεται τῷ Θεῷ τὴν ἐκδίκησιν αὐτοῦ ποιεῖσθαι. Καὶ βληθεὶς εὐωχουμένων τῶν ἐχθρῶν παρὰ τοὺς ἑκείνων θεούς, εἰς τὸ καταπαίζεισθαι, ἡξίου τὸν ὁδηγὸν, παρὰ τοὺς κίονας ἄγειν, τοὺς τὸν ναὸν ὑποφέροντας. Ὅς δὲ ἤγεν οὐχ ὁρῶντα, δραξάμενος τῶν δύο κιόνων, καὶ μέγα βοήσας πρὸς τὸν Θεόν, καὶ ἑαυτοῦ καὶ τοῦ συναυλισθέντος εἰς τὴν ἐφ’ ἑαυτὸν θέαν αὐτοῦ λαοῦ, τὸν ναὸν ἐπεσπάσατο. Οὕτω γοῦν τὸν τε ναὸν κατέσπασεν, καὶ ἑαυτὸν μετὰ τοῦ τῆς πόλεως πλήθους ἀνεῖλε, πλείους ἀποκτεῖνας ἐν τῷ θνήσκειν, ἢ περ ζῶν ἀπέκτεινεν.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
