# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 413.3

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 413.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/413.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/413.3

III. [Καίτοι τῆς κώρης μηδὲν εἰπούσης, ἀλλ᾽ ἐν ἐαυτῇ περὶ τοῦ ἀσπασμοῦ διαλογιζομένης, ὁ χαροποὺς νυμφσεύλος, οἷα νοῦς τὸν νοῦν αὐτῆς ὁρῶν, οὐκ ἐκβάλλει μόνον τὸν φόβον, ἀλλὰ καὶ πᾶσαν ἀντεισάγει χαρὰν, καὶ μηνύει τὸν ἄφραστον τόκον· Μὴ φοβοῦ, φησί.] Τοῦτο διὰ τὸν πρὸ τοῦ τῶν ὠδίνων φόβον. Τέξεῖς γὰρ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἼΗσοῦν· — Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ. Οὐχ ὅσον οὐδὲν αὐτῇ, φησίν, ἐκ τοῦ τόκου πείση δεῖνδν ἢ πικρόν, ἀλλὰ καὶ ὁ τόκος ἔσται παντὶ τῷ κόσμῳ σωτήριος· καὶ δήλον τὸ ἔργον ἐκ τοῦ ὀνόματος. [Τὸ μέντοι, ἼΙδοὺ τὸ τάχος καὶ τὸ νῦν δηλοῦ· ἵνα καὶ διὰ τούτου τὴν διὰ λόγου καὶ σὺν λόγῳ ἐμφάνη σύλληψιν.].... [ἼἘπειδὴ δὲ ἔστι καὶ ἐν γαστρὶ κατὰ τὸν προφήτην τῇ γε πνευματικῶς νοουμένῃ Πνεῦμα συλλαβέσθαι Θεοῦ, καὶ Πνεῦμα σωτηρίας ἀποτεκεῖν, ἀλλὰ σὺ, φησί, καὶ τέξεις υἱόν. [Σὺ οὖν, φησί, καλέσεις (οὐχ ὁ πατήρ· ἀπώτω γὰρ τὸ γε κατὰ τὴν κάτω γέννησιν, ὅπερ ἀμήτωρ κατὰ τὴν ἄνω), σὺ καλέσεις ἼΗσοῦν. ἼἈπὸ τῆς εὐεργεσίας ἡ ὀνομασία, ἀπὸ τῆς χρήσεως ἡ κλῆσις, ἀπὸ τῶν ἔργων ἡ εὐφημία · δι᾽ αὐτοῦ γὰρ ἀνθρώποις ὁ τῆς σωτηρίας ἀνεξάντλητος ἐπιβέβευσε πλοῦτος.].... [ἼἘπεὶ δὲ κοινὸν αὐτῷ τοῦτο καὶ πρὸς τὸν αὐτοῦ τύπον, τὸν στρατηγὸν καὶ δημαγωγὸν καὶ πρὸς τὴν τῆς ἐπαγγελίας γῆν ὀδηγόν, διὰ τοῦτο δεῖνδνς ὁ ἄγγελος, ὡς κατ᾽ ἐκεῖνον ἔσται, ἐπάγει· Οὕτως ἔσται μέγας....] [ ἼΔώσει τοῖνυν αὐτῷ Κύριος τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, ὡς ἀνθρώπῳ, καὶ ὡς ἐνεσθὲν ἀρχομένῳ τῆς βασιλείας, διὰ τῶν πιστευόντων, οὐχ καὶ οἴκον καὶ θρόνον ὀνομάζει Δαβὶδ τε καὶ ἼΙακώβ. Οὐδενὸς δὲ ἔστι τὸ βασιλεύειν εἰς τὸν

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
