# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 417.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 417.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/417.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/417.1

τοσοῦτον ὑψώθη, καὶ πρὸς ὑπουργίαν ἀφιερώθη τοῦ ταπεινώσαντος ἑαυτὸν μέχρι καὶ σώματος καὶ θανάτου, θανάτου δὲ σταυροῦ. Τί γὰρ φησι; Οὕτω τοῦ ἀρχαγγέλου καὶ σχημάτων καὶ ῥημάτων τυχοῦσα, καὶ κεχαρισμένη καὶ νύμφη ἀκούουσα τοῦ Θεοῦ, καὶ τοῖς λεγομένοις πιστεύσασα, δοῦλὴν ἑαυτὴν ὡμω καλεῖ· καὶ τὴν ἐπαγγελίαν δέχεται μὲν καὶ συγκατατίθεται, ὡς δὲ μὴ κατ' αὐτὴν, ἀλλὰ κρείττονα καὶ προσδοχίας ὁψαν, ἐπεύχεται. Ἰδοὺ ἡ δοῦλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Ταῦτά τοι κάκεινος ἀπήλθεν εὐθὲς ἀπ' αὐτῆς ὁ ἄγγελος, [οὐ μόνον ἀπαρτίσας ὅπερ ἐβούλετο, ἀλλὰ καὶ ὑπερθαυμάσας τοῦ παρθενικοῦ κάλλους τὴν ὡραιότητα, καὶ τῆς ἀρετῆς τὴν ὑπεροχὴν, καὶ μηδὲν ἐπὶ πλέον βασανίσαι θελήσας, ἀλλὰ τὴν ὁμολογίαν τῆς πίστεως ἐκείνης δεξάμενος.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
