# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 427.2-428.34

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 427.2 to 428.34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/427.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/427.2

Ἡδίστον τὸ χρήμα· συκὴ. Ἀλλ’ εἰ τὸ μέλι τὸ πρὸς τὴν ἑλὴν ἐξικμασθῇ καὶ τῷ ἡλίῳ τὸ κάλλος ἀποβληθῇ, καὶ τὸ τε εἶδος ἄμα καὶ τὴν ἡδονὴν στερηθῇ, καὶ ἀτεχνῶς βυσὴ γίνεται, πλήν ἢ ἀπαξ ἰδεῖν, ἔχει· οὐδὲν· ἄμα τε γὰρ ἐφάνη, καὶ τὰ τοῦ δεδενδρου πολλῷ θάττον ἢ τὸ ἄνθος ἐξρύθη· οὕτω καὶ ταῦτα τῆς μηλέας ἡ συκὴ ἡττάται · μετὰ γε τῶν ἄλλων τοῦ τε τρόπον ἐξρίπται, καὶ καταπεπάτηται · ἀλλὰ τὸ σώφρον καὶν τούτοις τιμᾷ · καὶ οἷα μὲν πάντας ἀνθρώπους ἐραστὰς ἔχουσα, προέσειν ἐπὶ μέτριον · καὶ τῷ μένειν ἐγγύς, τοῖς ἐρωσι χαρίζεται. Ὅπως δὲ μὴ καὶ κόρος τοῦ ἐρωτος ἦ, καὶ μικρὸν τι τῆς γῆς ἀνέστηκε, καὶ ἅμα τῷ τε κάλλει τὴν ἡλικίαν συμ- προιοῦσα · καὶ τὸ κάλλος τῇ ἡλικίᾳ πλῆον τιθεῖσα, ἐξ ἀμφοτέρων τὸ σμερνὸν ἐνδείκνυται. Οὕτως οὖν τὸ ταπεινὸν τε καὶ ὑψηλὸν ἐπίσης φυγὼν τὸ βλάττημα, οὔτε τὴν ὄψιν τοὺς θεατὰς ἀφαιρεῖ, οὔτε πλῆροι τὸν χάλλους καὶ τῆς ὀσμῆς καὶ τοῦ μεγέθους · παρὰ ἔρωτα · ἀλλ’ οὔτε μὴν ἐαυτὴν ἀδικεῖ · οὐ γὰρ δὴ πρὸς ὑψὸς ἐλάσσαν, σκληρὸν τις ἀνεμος ἐμπέσων κατήγαγε καὶ ἀνέτρεψε, καὶ τοσοῦτον κάλλος πατεῖν παρέδωκεν · ἢ γὰρ ἂν οὐδ’ Ὅμηρος ἀξίως τὸ πρᾶγμα ἐόρηνσεν · ὅς γε καὶ θρήνους εἰς τὰ ἔρνη ποιεῖ · καὶ θρηνεῖ μὲν τὴν πίτυν · θρηνεῖ δὲ τὴν δρύν · δακρύει δὲ τὴν ἀγερωίδα καὶ ἐλεεινὸν ἐπὶ τῷ τῆς ἐλαίας ἀναχλάζει φυτῷ. Φεύγον οὖν καὶ ταύτην τὴν συμφορὰν τὸ φυτὸν, οἷον βλαστάνει καὶ τὸν καρπόν. Πρῶτον μὲν γὰρ οὐχ ὥσπερ ὁ φοινὶξ ἐπὶ κόμης τοιούτοις μὲν τῶν χωρίων χαίρουσα · παρὰ τοιαύτῃ οὐ μόνον κομᾷ, ἀλλὰ διαπαντὸς ἐξανθεῖ τοῦ βλαστηματος, καὶ ψυχαγωγεῖ καὶ τέρπει πανταχόθεν τοὺς ἐραστάς. Ἔπειτα τῶν καρπῶν, ὁ μὲν λευκός · ὁ δὲ, ὠχρός · ὁ δὲ, ἐρυθρός · ὁ δὲ, φοινικοῦς · ὁ δὲ, καὶ μιλτός. Φέρεῖ δὲ τῶν φυτῶν καὶ ἄλλο μὲν ἄλλο, καὶ πάντα δὲ τὸ αὐτό · κἂν μὲν τῷ λευκῷ χαίρῃς, παρὰ

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
