# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 434.56-435.38

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 434.56 to 435.38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/434.56
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/434.56

Χαῖρ', αἰχμαλώτων λύσις, ἐν φρουραὶς ἀνάκλησις, Ἐν βασάνοις θάλψις, εὐφρόσυνη δὲ πέδαις. Χαῖρε, καὶ ἡνορὴς ἐρικυδὲς ἀνδράσι πηγή, Δεσπότις εὐεπίης, δεσπότις εὐμελῆς. Χαῖρε, θέαμα Χερουβὶμ δυσθέατον, μέγα χαῖρε · Θαῦμα δ' ὑπεκπροθέον τὴν Σεραφὶμ σοφὴν. Χαῖρε, κράτος δυνατῶν σθεναρώτερον, ὦ μέγα χαῖρε, Τῶν νοερῶν δυνάμει πολλὴν ὑπεκχρατέον. Χαῖρε, δικαζομένων δίχη, ἡ πολυχύματα βέθρα Εἰ γέ τις ἔστι χάρις, σοὶ χάρις ἔστι, Κόρη, Χαῖρέ μοι, ὦ Βασιλεία, καὶ ἡμετέρησιν ἀοιδαῖς Εἰ γέ τι τερψθείης, σοὶ χάρις εὐπροσύνης. Χαῖρέ μοι, ὦ Βασιλεία, καὶ ἡμετέροισιν ἐπ' ἀθλοῖς Εἰ γέ τις ἔστι χάρις, σοὶ χάρις ἡνορέης. Χαῖρέ μοι, ὦ Βασιλεία, καὶ ἡμετέροισι ἐπὶ μύθοις, Εἰ γέ τις ἔστι χάρις, σοὶ χάρις εὐπείης. Χαῖρέ μοι, ὦ Βασιλεία, καὶ ἡμετέροισι ἐπὶ τέχναις Εἰ γέ τις ἔστι χάρις, σοὶ χάρις εὐτέχνης. Χαῖρέ μοι, ὦ Βασιλεία, καὶ ἡμετέροισι ἐπὶ μοῦσαις Ῥητορικῶν στομάτων πάντ' ἀπορραγνυμένη. Εἰ γέ τις ἔστι χάρις, σοὶ χάρις ἀρμονίας. Χαῖρέ μοι, ὦ Βασιλεία, καὶ ἡμετέροισι ἐπὶ τόλμαις Εἰ γέ τις ἔστι χάρις, σοὶ χάρις εὐκραδίας. Χαῖρέ μοι, ὦ Βασιλεία, καὶ ἡμετέροισι ἐπὶ βουλαῖς Εἰ γέ τις ἔστι νόος, σοὶ χάρις εὐνοίας. Χαῖρέ μοι, ὦ Βασιλεία καὶ ἀγρίων οἴδα περὶ ὡν Παρθένιε, σοὶ πίσυνος, καὶ φλογεράς καμίνους. Χαῖρέ μοι, ὦ Βασιλεία, καὶ ἄγρια φύλα γιγάντων Δαιμονίων ὀλέσω σὴ φλογεργὴ δύναμει. Χαῖρέ μοι, ὦ Βασιλεία, καὶ ἦθα πικρὰ τυράννων Χαῖρε, θεμιστονοδοῖσι σύνεδρε δικασπολίοισι, Σοὶς γλυκανθῶ λόγοις, σαῖς τ' ἀγανοφροσύναις. Χαῖρέ μοι, ὦ Βασιλεία, σὺ καὶ δέμας ἐμπνοον αὐθίς Δείξας' ἀπὸ στυγερῶν ἀργαλέων παθῶν. Χαῖρέ μοι, ὦ Βασιλεία, καὶ ἐκ βελόνων μυριάδων Ἄρεος ἀνδροφόρον σῶσον ἐπικρατέως. Χαῖρέ μοι, ὦ Βασιλεία, σὺ μοι μεγάλων θησαυρῶν Θειότερος κυρίων, πλούτου ἀπειρέσιος. Χαῖρέ μοι, ὦ Βασιλεία, σὺ μοι κλῆς, ἥλιος, ἀλκή, Πνεῦμα, λόγος, ζωή, ἡνορέη, σοφίη. Χαῖρέ μοι, ὦ Βασιλεία, καὶ ἀμφοτέρων ἄμα κόσμων Φῶς ὑποφαινομένη πάντα τὰ κρυπτόμενα. Ἐλπίς ἀμαξιμαχέτη, κόσμος ἐπαμφότερος.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
