# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 474.4-475.23

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 474.4 to 475.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/474.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/474.4

"Αστρων, θαλάσσης, ἀέρος, γῆς, καὶ πόλου Αὐτὴ δὲ Μήτηρ, ἥς μόνης ἄγνῃ Τόκος· Οὗτος δὲ λόγος, οὐ λόγος φῶς, καὶ τρόπος. Οὗτοι δὲ φλὸς, νοῦς, πνεῦμα, φῶς, πῦρ καὶ. ξι. Ἐω Σεραφὶμ τάγματα μυριομύταων, Ἐω Κερουβὶμ ἄρμα τῶν φιλοσοφῶν Καὶ ἄλλα φρικτά, καὶ λέγειν τε καὶ βλέπειν. B Ἄλλ' εἴπερ ἦν τι κρῆμα τῶν ἐναντίων Κόσμου τε παντὸς τοῦ κάτω καὶ τῶν ἄνω, Ἐνεστὶ τοῦτο καὶ καλεῖσθω νῦν μόνον, Βροντὼς πρεσβύντως τῶν καλῶν τὸ χωρίον. Ὡδε βλέπων, ἄνθρωπε, μὴ κάμῃς βλέπων. Γλῶσσαι πυρὸς δηλοῦσι καὶ βροντῆς κράτος Ὡς πᾶσαν ἐμπλήσουσι τὴν οἰκουμένην Τῶν βροντοφώνων οἱ πυρίστομοι λόγοι. Νῦν μὲν συνήλθε τῷ λέοντι φωσφόρος, Καὶ μουσικὸν τέττιγες ἤδουν μέλος. Νῦν καὶ πατὴρ ἔσπευσε συνδραμεῖν τέκνον, Καὶ μουσικοὺς ἠσάλφεν εἰς ῥῆδας νέους. Νῦν καὶ γεωργὸς τὰς ἀπαρχὰς τῶν σπόρων Χαίρων Θεῷ δίδωσι, καὶ χροτεῖ μέγα. Νῦν δὲ σὺ μοι φέροντι ταύτας τῶν λόγων Εἰ πάντα κάλλῃ γῆς ὁμοῦ τε καὶ πόλου Καὶ πᾶσαν ὕλην τιμῖαν ποθεῖς βλέπειν, Ἀφεὶς τὰ πολλὰ γῆς περιτρέχειν πλάτη, Λιπὼν τὰ μακρὰν οὐρανοῦ ζητεῖν βάθη, Μιχρά, ἀπαρχὰς καὶ δάξου καὶ προσδέξου. Τὰ τῶν καλῶν κάλλιστα, γῆς ἀστρὸν μέγα Τεῖνει κρατεῖν σε, καὶ τινὸς φήσω πλέον; Βασίλειον μὲν καὶ γένος σοὶ καὶ τρόπος, Ἄλλ’ οὐδὲν ἦστον καὶ φρόνησις καὶ λόγος Πάντων κατάρχων, καὶ βασιλὲς καρδία Κρατοῦσα παθῶν, θοοδὺν ψυχῶθ’ ρων. Ποῖος δὲ κρείττων χρημάτων Ἀριστοῦς; Ποῖος Περίκλῆς εἰς ἀδωρίαν μέγας; Ποῖος δὲ Ῥοδωμανθὺς ἢ Λίδος Μίνως, Ὃς ἐν κρίσει τὰ πρῶτα σοὶ λάβοι γέρας; Ἄλλῳ μὲν ἔστι λαμπρὸν ἐν βίῳ γένος, Τίς σωφρονὺν τοσοῦτον Ἀναξαγόρας; Τοῦτ’ οὖν μὲν οὖν ἐδώμεν, εἰ δοκεῖ, κάτω, Ὡς οὐχὶ πᾶσιν ἐν καὶ’ ἐν νικᾷ; μόνον, Πᾶσι δὲ πάντα καὶ πλέον πάντων δέ γε Τῷ καὶ νομίζει μηδὲν εἶναι τι πλέον. Οὕτω μὲν οὖν κάτωθεν ὡς πόλου κόνις.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
