# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 501.40-502.27

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 501.40 to 502.27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/501.40
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/501.40

Οὐ ναὸς, οὐδὲ βωμός, ὥστε καὶ θύσαι Κάρπωμα δεκτὸν, καὶ γόνυ κλίνει κάτω, Καὶ τὸν σὸν οἴκτον ἐλκύσαι παραύτικα. Ἄλλ' ἀντὶ πολλῶν ταῦτα θυμάτων δέχου Β Ψυχὴν ταπεινήν, πνεῦμα συντετριμμένον, Πηγὰς ρεούσας δακρύων, αἱ αἰμάτων Τζύρων καλῶστερ μυριάδας καὶ τράγων, Σκαίροντας ἀρνούς, πίνακας μόσχους νέους · Οὕτως παρ' ἡμῶν τὰς ἀναίμους θυσίας Ἦς τερπνὰ δῶρα καὶ δέχου καὶ προσδέχου. Δίκαιος εἴ τὰ πάντα, καὶ πᾶσαι κρίσεις Οὐ γὰρ καλύψει τὸ πρόσωπον αἰσχύνη Τῶν σοὶ τὸ θάρσος εἰσακὶ τεθιξόντων.] Καὶ νῦν ποθοῦμεν ἐξ ὅλης σε καρδίας Καὶ φρίσσομέν σε, καὶ θέας ἠτημένοι Τῆς σῆς ἐπισθεν ὡσπερ ἐκπεπληγμένοι, Δριμεῖς ἐρασταὶ σοὶ βούμεν ἐκ βάθους · Μὴ δὴ παρόψει, μὴ καταίσχυνες λάτρας, Δράσον μεθ' ἡμῶν, οἷα χρηστὸς τὴν φύσιν, Πρᾶος, προσνηής, ἰλεως, οἴκτω γέμων, Θαυμαστὸς ἰσχύ, δόξαν ἡμῖν εἰσμένος, Αἱ σαὶ δίκαιοι, πᾶσα δ' εὐθεῖα τρίβος, C Μετατραπεῖν τοὺς κακοῦργοι· ἡ δίκη. Καὶ πᾶσα πρᾶξις εἰς ἀλήθειαν βλέπει. Καὶ πάντα νῦν ἐπήξας ἡμῖν σὺν δίκῃ, Ἡμῖν τε καὶ σοῦ τῇ πανολίῳ πόλει Τὴν ἔντροπὴν λάβοιεν οἱ τολμηταί. Βάλλοντες οὐκ ἔλειπον οἷσπερ τὴν φλόγα Εἰς ὕψος ἤρουν, ἐπτακὶς πυργουμένην. Ἐξ ἑπτὰ πηγῶν ἔβρεμε τὸ πῦρ μέγα, Ἡ φλὸξ ἔχειτο, καὶ διέτρεχε κύκλῳ, Φλέγει δὲ πάντας ὥσπερ εὔρε καὶ κύκλῳ, Δεινοῦ τυράννου δημίους ὑπηρετάς · Καὶ συγκατῆλθε τοῦ Θεοῦ παραστάτης · Οὕτως βαπτίζει τὴν κάμινον κυκλώθεν Φαιδρὸς, ἁρπεῖσι τοὺς νέους εἰς τὴν φλόγα, Ὅς ἐκτινάσσει τῆς καμίνου τὴν φλόγα, Λήψοιτο δεινά, δεινὰ τοὺς εἰργασμένους ¹⁹. Μέσον δὲ πνεῦμα τῆς καμίνου πνεῖ δρόσου Ψύχον τι ²⁰ τερπνὸν καὶ συρρίζον ἥρεμα. Τὸ πῦρ μερισθὲν φῶς παρέχει τοὺς νέους · Τὸ καυστικὸν δὲ τοὺς ἀνάψοσι μόνοις, Συνεῖχεν ὡς θάλαμος ἥδὺς τοὺς νέους, Ἐφλέξεν οὐδὲν, οὐ παρηγώγλησέ τι, Δεσμοὺς ἔκαυσε, τῶν τριχῶν ἀπέσχετο. Ἵστε κροτοῦντες εὐσεβῶς οἱ τρεῖς ἅμα Μιᾷ τε γλώσσῃ καὶ μιᾷ προθυμίᾳ Πάσχοντες ἦσαν αἰνον, ὑμνοῦν, εὐλόγουν, Λήψοι τὸ πρόσωπον αὐτῶν αἰσχύνῃ ·

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
