# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 502.30-7

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 502.30 to 502.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/502.30
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/502.30

Εἶχον χορείαν, ἤδον εὐχαριστίαν. Καὶ ταῦτα τερπνῶν ἐξεφώνουν χειλέων · Ἄς εὐλογητὸς, ὡς ὀμνητὸς, ὡς μέγας Θεὸς κραταιός, Κύριος παντοκράτωρ! Θεὸς παλαιὸς τῶν παλαι γεννητόρων, Ἵψηλός, ὕψους παντός, αἰώνων ἄνω, Καὶ κλῆσις εἰς ἀπειρον αἰώνων τέλος, Νικῶσα δόξαν, ὕμνον, ὕψος καὶ χρόνον. Βλέπων ἄνωθεν τῆς ἀβύσσου πᾶν βάθος · Θρόνῳ Χερουβὶμ ἐγκαθήμενος φλέγων, Πάσης πέσοιεν ἐκ δυναστικῆς βίας, Ἄς εὐλογητὸς, ὡς ὀμνητὸς, ὡς μέγας! Ὅν εὐλογοῦσιν οὐρανοὶ γῇ καὶ νόες · Ἄς εὐλογητὸς, ὡς ὀμνητὸς, ὡς μέγας! ῥο'. Ὡδὴ Η'. Τὰ κτιστά, τὸν κτίσαντα Χριστὸν εὐλόγει, Ἵψούτε, δοξάζοιτε, μέχρι τεμμάτων. Πόλος Θεοῦ, νόες τε, τὸν Θεοῦ Λόγον Ἵψούτε, δοξάζοιτε μέχρι τεμμάτων. Ἄπαν τὸ δευστόν, πᾶσα τῶν ἄνω φύσις, [ὑψούτε] Ἄστρων, σελήνης κάλλος, ἥλιου φάος, [ὑψούτε] Καὶ συντριβείη πᾶν τὸ τῆς ῥώμης κράτος. Πᾶν πνεῦμα, καὶ πᾶς ὀμβρὸς ἢ πᾶσα δρόσος, [ὑψούτε] Καύσων, ψύχος, πῦρ. καῦμα καὶ φλὸξ ἡλίου, [ὑψούτε] Φῶς καὶ σκότος, πῦρ ἡδύ, φέγγος ἡμέρας, [ὑψούτε] Πάγαι, κεραυνοί, χιόνες, πάγοι, νέφη, [ὑψούτε] Ὄρη, λῶφοι, γῇ πᾶσα, πᾶσα γῆς φύσις, [ὑψούτε] Πηγαι, θάλασσα, τῆς ὕδρος πᾶν θηρίον, [ὑψούτε] Θύται, προφῆται καὶ λάτραι, νεωχόροι, [ὑψούτε] Ψυχὰι δικαίων, αἱ πνοαὶ τῶν κειμένων, [ὑψούτε:] Οἱ ζῶντες ἀγνῶς, οἱ ταπεινοὶ καρδίᾳ, [ὑψούτε] Ἄνανία τε Μισαήλ, Ἄζαρία, [ὑψούτε] Γνώτωσαν ὡς σὺ Κύριος Θεὸς μόνος, Θεὸς κραταιός, γῆς ὅλης δόξης ὅλος. Οἱ τρεῖς μὲν οὕτως εὐσεβεῖς νεανίαι. Οἱ δ' ἐμβαλόντες εἰς κάμινον τοὺς νέους, Στίφος προφητῶν, μαρτύρων, ἀποστόλων [ὁψῦτε] Τὸν ὕψινα, τὸν Φανέντα, Πνεῦμα, τὰ τρία, Εἰς Κύριος, σέβοιμεν ἔν καὶ τὸ κράτος, Νῦν καὶ πρὸν καὶ εἰς αἰῶνας αἰῶνων. Ἀμήν. ροα'. Ψη Θ.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
