# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 506.2

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 506.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/506.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/506.2

Δ'. Οὐ γὰρ βλαπτικῶς, ὡς ἡ Εὔα, μετεποιήθη, ἀλλὰ βοηθὸς τῷ ἀνδρὶ συνηρμόσθη ἐπὶ τε τοῖς τῶν ἀρετῶν πολυτεύμασιν, ἐπὶ τε ταῖς διὰ τὴν πρὸς Θεὸν ἱκεσίαις. Ἵσως γὰρ οἱ δύο περὶ τὴν δέησιν τῆς ἐπιθυμίας ἀπέχαιρον τοῦ τέκνου· καὶ ὁν τρόπον γεωργὸς ἄμα τῆς αὐτοῦ γυναικός, χώραν καλλιεργήσαντος χέρσιν, τὸν σπόρον καταβαλλόντες, τὴν εὐφορίαν τῶν καρπῶν ἐπιτυχεῖν δι' εὐχῆς ἀπεκδέχονται. Οὐχ ὡς ἡ Εὔα συζήσασα τῷ Ἀδάμ, ἀλλ' ὡς συνεργὸς εὐχαριστίας, καὶ συμπονοῦσα μετ' αὐτοῦ ταῖς ψυχικαῖς εὐεργεσίαις· καὶ ὡς ἀληθῶς ἀγαθὴ μερὶς τελεσφορήσασα τὴν κοίτην τῷ ἀνδρὶ. Ἡ μὲν γὰρ Εὔα διὰ καρπὸν φυτοῦ τῷ κόσμῳ λύπης ἐγένετο πρόξενος· ἡ δὲ τοῦ Ἰωακεὶμ Ἄννα διὰ καρπὸν κοιλίας τῷ Κτίστῃ κεχρημάτικεν χαρά.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
