# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 531.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 531.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/531.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/531.1

ἐαυτοῦ ὀνομασίαν, Δανοῦδιος μετακληθεῖς. Οὐδὲν δὲ θαυμαστὸν ὁ Ἱστρὸς ἐξερωμένος τοῦ παραδείσου, καὶ παρὰ τῇ Γραφῇ λεγόμενος Φιῶν, ἐκ τοῦ τῆς δύσεως ὄρους, λέγω δὲ τοῦ Ἀπεννίνου φαίνεται ἀναρρέων. Καὶ γὰρ καὶ ὁ Νεῖλος ὁ λεγόμενος Γηὼν ἐκ τοῦ αὐτοῦ παραδείσου προῖων, μίαν μὲν πηγὴν ἔχει εἰς Λιβύην, ἑτέρας δὲ δύο εἰς τὴν ἄνω Αἰθιοπίαν κατὰ Νότον, ὧν μιῷ μενὼν πλημμυρεῖ τὸ ὕδωρ αὐτοῦ, καὶ ποτίζει τὴν Αἴγυπτον Αὐγούστου μηνός. Καὶ τοῖς μὲν πολλοῖς δοκεῖ ἀπορίας πολλάς τίκτειν, πῶς ἐν καιρῷ αὐχμώδει πλημμυρεῖ, ἵνα λιβυδρία ὑπάρχει τῷ παντὶ. Τοῖς δὲ τῆς Γραφῆς ἀκούουσιν οὐδεμίαν τίκτει ἀμφιβολίαν. Ὦθεν καὶ παρὰ τοῖς ἱερωλεστάτοις τῶν Αἰγυπτίων, ὡς ἐρευνῶσι τὰ κρύφια, Ἀστάσπους ὀνομάζεται, ὁ ἐρμηνευόμενος κατ’ Αἰγυπτίους ἐκ σκότους ὕδωρ, διὰ τὸ ἀδηλον τῆς ἀναδόσεως αὐτοῦ ἀπὸ τῆς γῆς. Οἱ γὰρ μὴ ταῦτα περὶ αὐτοῦ δοξάζοντες εἰς μυρίας ἐκπίπτουσιν ἀπορίας, μένουσιν δὲ τῶν τῆς ἀληθείας ἀποπλανώμενοι. Καὶ μένει καὶ περὶ Τίγριδος καὶ Εὐφράτου τὸ αὐτὸ δοξάζεται. Ἐκ τοῦ παραδείσου γὰρ ἐκτάτεροι τὴν γένεσιν ἔχοντες, ὑποδύντες τὴν γῆν ἀναφαίνονται κατὰ τὸν Ταῦρον τὸ ὄρος, καὶ ὁ μὲν Εὐφράτης δήλην ἔχει τὴν ἀνάλυσιν· κατιών δὲ ἐκ τῶν βορείων μερῶν πρὸς τὰ νότια πλησιάζων τῷ Περσικῷ κόλπῳ ἐλὴ ἐμποιεῖ καὶ καλαμώδη τέλματα, καὶ περὶ αὐτὰ μὲν εἰλούμενος, ἀδήλως ἀφανίζεται. Ὁ μέντοι Τίγρις ἀπὸ τινὸς λίμνης λεγομένης Θωνιτὸς ἀδήλως ἐξίων, καὶ αὐτὸς ὀγεται πρὸς τὰ νότια μέρη, καὶ διαχόπτων τὸν Ταῦρον τὸ ὄρος περὶ Μασαδάτας ἐνοῦται εἰς Εὐφράτην, καὶ διασχίζων τὴν Βαβυλῶνα, καὶ κατιών πλησίον Τερηδόνος, εἰσβάλλει εἰς τὸν Περσικὸν κόλπον. Πρὸ δὲ τοῦ ἐνωθῆναι τῷ Εὐφράτῃ, ἀμφότεροι ἀλλήλων διηρημένοι μένοντες ποιοῦσι τὴν λεγομένην Μεσοποταμίαν ἔχουσαν πλάτος ἀπὸ Εὐφράτου μέχρι Τίγριδος μίλια ὑχη, καὶ στάδια δ κατὰ τὴν ἀναμέτρησην Ἐραστοθένους τοῦ πολυμαθοῦς. Ἐπεὶ δὲ τὴν ἀρχὴν ἐκ τοῦ Ἱστροῦ ποιησάμενοι ὠλισθῆσαμεν καὶ περὶ τοῦ Νείλου εἰπεῖν, οὐκ ἀκαιρὸν ἡγοῦμεθα καὶ ἑτέρου μνησθῆναι κεφαλαίου καταλλήλου ὑπάρχοντος τοῦ περὶ τῆς ἐκροίας αὐτοῦ. Καὶ γὰρ τὴν χειρὸν τῆς ἀνόδου τοῦ Νείλου ἀνεφύγνυσαν οἱ Ῥωμαῖοι τὰ μεγάλα τῶν δημοσίων λουτρῶν, καὶ διότι ἡ ἀνάγκη αὐτοῦ γίνεται ἡλίου ὄντος ἐν Λέοντι, τοὺς χρονοὺς τῶν ὕδατων λεοντοειδεῖς ἐποίησαν· ὅθεν ἐξ ἐκείνου ἐπεκράτησε, καὶ τῶν ὑποληψίων τοὺς χρονοὺς λεοντοπροσώπους κατασκευάζουσι, ὅτι ἡ τοῦ οὐνοῦ ἀπόρροια μιμεῖται τὴν τοῦ Νείλου χύσιν, ὅτι ἐν τῷ τρύγῃ ὁ ἥλιος τὴν πάροδον αὐτοῦ ἐν τῷ Λέοντι ποιεῖται κατὰ τοὺς εὐχράτους τόπους.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
