# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 536.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 536.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/536.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/536.1

Δ εἶησι τῇ μελωδίᾳ· καὶ εἰ τι μεταξὺ λέγων ἐπεστιάσατο, ὑπέχων τὴν τῆς ψυχῆς ἀκοὴν τῷ πνεύματι, καλῶς ἐνηχούντ, καὶ κατασιγάζων τὸ μέλος, δὸν αὐ πλήρης ἐγίνετο, ταῦτα πάλιν διεξῆει. Ἔστιν οὖν τὸ διάψαλμα μεταξὺ τῆς ψαλμωδίας γινομένη κατὰ τὸ ἀθρόον ὑπομνήσει, πρὸς ὑποδοχὴν τοῦ θεοδότη ἐπειακρινομένου νοήματος. Ἡ διάψαλμά ἐστιν διδασκαλία τοῦ Πνεύματος, τῇ ψυχῇ κατὰ τὸ ἀπόρρητον ἐγγινομένη, τῆς περὶ τὸ νόημα τοῦτο προσοχῆς, τὸ συνεχὲς τῆς μελωδίας περιικοπτούσης. Ἵνα δὲ μὴ νομίσωσι οἱ πολλοί, ὅτι ἡ σιωπὴ σημεῖόν ἐστι τοῦ ἐπιλειπομένα τὸν προφητεύοντα τὴν τοῦ ἁγίου Πνεύματος· δύναμιν, τούτου χάριν τινὲς τῶν ἐρμηνέων, ἀντὶ τοῦ διαψάλματος τὸ αὐτὸ τοῖς διαλείμμασι τοῖς ἐγγράφουσιν· ὡς ἂν διὰ τούτου μαθῶμεν, ὅτι ἡ μὲν τοῦ ἁγίου Πνεύματος χάρις πάντοτε ἦν· ὁ δὲ ἐρμηνεύων τὰ ἐγγινόμενα θεοδὸν τῇ ψυχῇ νοήματα λόγος, οὐ πάντοτε ἦν· ἀλλὰ τὸ μὲν ἐξεφώνει τῆς διεννοίας, τὸ δὲ ὑπεδέχετο. Ἐν ᾧ μὲν γὰρ ἐξηγόρευε τὰ ἐντυπωθέντα τῇ διανοίᾳ νοήματα, προῆει δι' ἀκοοῦθου ἡ ψαλμωδία· εἰ δὲ εἰ τῶν θειοτέρων τὴν τῆς ψυχῆς ἀκοὴν περιήχην, ὅλος τῆς ἀκροάσεως ἦν, κατασιγάζων τὸ μέλος. Ἀεὶ τοίνυν τοῦ ἁγίου Πνεύματος, καὶ παρὰ τὸν τῆς σιωπῆς καιρόν, ἐν αὐτῷ λαλοῦντος, ὁ λόγος ἐν διαλείμμασιν ἦν· τὸ δὲ διάλειμμα παρὰ τῶν ἐρμηνέων ὀνομάσθη διάψαλμα. Ὅτι δὲ θειοτέρας ἐπινοίας ἐπιτάσις ἐστὶ τὸ διάψαλμα, ἐντεῦθεν ἂν τις κατιδοί. Ἐν γὰρ τῇ ἀρχῇ τοῦ τρίτου ψαλμοῦ τὰς οἰκείας συμφοράς, ὁ Δαβὶδ ἀλοφύρεται, καὶ διαπορούμενος λέγει, « Κύριε, τί ἐπληθύνθησαν οἱ θλιβόντές με; » περὶ δὲ μέσα δὲ πον τοῦ ψαλμοῦ, ἔνθα καὶ τὸ διάψαλμα κεῖται, θαρρῶνς ἀναπλησθεὶς πέποιθε καὶ παρόψιασάται, τὴν ἑαυτοῦ σωτηρίαν ὡσπερ ὁρών, καὶ βοᾷ· « Ἐγὼ ἐκοιμήθην καὶ ὑπνώσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντειλήφεται μου. » Καὶ ταῦτα μὲν οὕτως. Τὸ δὲ ἀλληλούια αἴνος Θεοῦ ἐρμηνεύεται· ἐστι γὰρ τὸ μὲν, ἀλληλού, αἴνος· τὸ δὲ Ἰα, Θεός. Διὸ καὶ ἀντὶ τοῦ, « Αἰνεῖτε τὸν Κύριον ὅτι ἀγαθὸν ψαλμός, » « Ἀλληλούια ὅτι ἀγαθὸν ψαλμός, » ὁ Σύμμαχος τέθεικε. Ψαλμὸς δὲ καὶ ᾠδὴ διαφέρει· ὅτι ὁ μὲν ψαλμὸς λόγος ἐστὶ μουσικός, ὅταν εὐρύθμω· κατὰ τοὺς ἁρμονικούς λόγους πρὸς τὸ ὄργανον χροῦται· ἡ δὲ ᾠδὴ φωνὴ ἐστιν ἐμμελῆς, ἀποδιδομένη ἐναρμονίως χωρὶς τῆς συνχρήσεως τοῦ ὀργάνου· ὥστε ἐπεὶτὸ ψαλτήριον τροπικῶς, καὶ ὄργανον ἡμῖν μουσικῶς εἰς ὕμνους Θεοῦ ἡ τοῦ σώματος ἡμῶν ἐστι κατασκευὴ· νοηθεὶν ἂν καὶ ψαλμὸς αὶ διὰ τοῦ σώματος πράξεις, αἱ εἰς δόξαν Θεοῦ ἀποδιδόμεναι· ὅταν ὑπὸ τοῦ λόγου ἡρμοσμένοι, μηδὲν ἐκμελῆς ἀποτελῶμεν ἐν τοῖς κινήμασιν. Ὡδὴ δὲ ὅσα θεωρίας ἔχεται ψιλῆς καὶ θεολογίας. Καὶ οὕτω μὲν ὁ μέγας Βασίλειος. Ὁ δὲ ἀδελφὸς αὐτοῦ Γρηγόριος· ψαλμὸν μὲν νοεῖ τὸν ἡμέτερον βίον, μὴ τοῖς γήινοις φθόγγοις, τούτεστι ν·ἡμασι περιιγχοῦμενον· ἀλλὰ καθαρῶν καὶ ἐξῃκουσίων ἐκ τῶν ἀνωδὸν καὶ οὐρανίων τὸν ἦχον ἀπεργαζόμενον· ᾠδὴν δὲ, τὴν περὶ τὸ φαινόμενον εὐσχημοσύνην. Καὶ φησιν, ὅτι ὡσπερ ἐκ τῶν μουσικῶν ὀργάνων μόνος ὁ ἦχος τῆς μελωδίας προσπίπτει ταῖς ἀκοαῖς,

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
