# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 539.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 539.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/539.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/539.1

107 πάντως τῇ ὑπεράσει τῆς χορδῆς τὸ εὐάριστον μᾶτε πρὸς τὸ ἐναντίον, ἐν ἀμετρίᾳ τῆς ἁδονῆς ὑποχαλῶμενον· χωρὶ γὰρ καὶ ἀναυδὸς γίνεται ἡ ψυχὴ τοῖς τῆς ἁδονῆς ἐγχαυνωθεῖσα πάθεσι. Δῆλον οὖν ἐκ τούτων ἕστι, πρὸς ὃ τι βλέπει τῆς μελῳδίας τὸ αἴνιγμα· διὰ τὴν τῶν παθημάτων συστολὴν συμβουλεύει ποιεῖσθαι· τῶν διαφόρων ἡμῖν ἐγγινομένων ἐκ τῶν βιωτικῶν περιστάσεων. Ὦθεν καὶ τὰ κατορθώματα τῆς θείας ταύτης μουσικῆς προσημαρτυρεῖ τῷ Δαβὶδ ἡ ἱστορία, ὅτι παρὰφορὸν ποτε καταλαβὼν τὸν Σαοὺλ, καὶ ἐξεστηκότα τῆς διανοίας, οὕτως ἐξῆσατο, κατεπάδων τοῦ πάθους, ὥστε αὐτὸ πάλιν πρὸς τὸ κατὰ φύσιν ἐπανελθεῖν τὴν διάνοιαν. Τὴν δὲ τῶν ψαλμῶν βίβλον (τοῦτο γὰρ ἐξετάσαι λείπεται) εἰς πέντε βιβλία Ἑβραῖοι διαιροῦσιν, ὥστε γενεσθαι αὐτὴν ἄλλην πεντάτευχον. Ἀπὸ γὰρ τοῦ πρώτου ψαλμοῦ μέχρι τοῦ τεσσαρακοστοῦ μίαν ἐλογίσαντο βίβλον· ἀπὸ δὲ τοῦ τεσσαρακοστοῦ πρώτου ἕως τοῦ ἐβδομηκοστοῦ πρώτου, δευτέραν· ἀπὸ δὲ τοῦ ἐβδομηκοστοῦ δευτέρου ἕως τοῦ ὀγδοηκοστοῦ ὀγδοῦ, τρίτην· ἀπὸ δὲ ὀγδοηκοστοῦ ἐννάτου, ἕως τοῦ ἐκατοστοῦ πέμπτου τετάρτην· ἐντεύθεν ἕως τέλους πέμπτην. Ἐκαστον γὰρ ψαλμὸν ἐν τῷ τέλει ἔχοντα τὸ, «Εὐλογητὸς Κύριος γένοιτο,» τέλος εἶναι βιβλίου ἐδixaίωσαν· τῆς πέμπτης μόνης μεριδος, ἀντὶ τοῦ « Εὐλογητὸς Κύριος, γένοιτο,γένοιτο,» ἔχούσης τὸ «Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.» Τίς δὲ ἡ ἐν τούτοις τεχνικὴ τάξις; Τὸ μὲν πρῶτον τμήμα τῆς κακίας ἀφίστησι τὸν ἄνθρωπον· τὸ δὲ δεύτερον ὑπερδυώμενα εἰσάγει τούτων τοῦ βελτίου, κατὰ τὴν διψωδεστάτην Ἁσφον· τὸ τρίτον ὑποπτικὸν αὐτὸν παρίστησι τῆς τῶν ὄντων φύσεως· ὡς ἀγαθὸς γὰρ, φησίν, ὁ Θεὸς τῷ Ἰσραὴλ· ἐγὼ δέ, φησί, κτηνώδης μὲν ἤμην, ὅτε ἐν τοῖς ἐπιχθονίοις τὸ ἀγαθὸν ὡριζόμην· νῦν δὲ μετὰ σοῦ εἰμι, ὅτε πρὸς τὴ δεξιὰ ὡρίησα. Τὸ τέταρτον οὐκέτι κοινὸν ἀφίησι τὸν ἄνθρωπον· εἰναι, ἀλλ’ ἤδη τῷ Θεῷ συνάπτεται. Ὦ γὰρ ὀγδοηκοστὸς ἕνατος ψαλμὸς ἐπιγραφὴν ἔχει· «Προσευχὴ Μωϋσῆ ἀνθρώπου τοῦ Θεοῦ»·τὸ δὲ πέμπτον ἐπὶ τὴν ἀκρώρειαν ἄγει τῆς ἀναβάσεως· «Ἐμὴ πᾶσα συμπλήρωσις τῆς ἀνθρωπίνης σωτηρίας ἐστὶ· πᾶσα γὰρ, φησί, πνοὴ αἰνεσάτω τὸν Κύριον.»Τοιούτων μὲν δὴ τὸ προσόψημα· κυριὸς δ’ ἂν εἴη, καὶ αὐτὴν παραθεῖναι τὴν πανδοσίαον, ἣν ὁ θεῖος Δαβὶδ καλοῖς δαιτυμόσιν ἠτοιμάσατο.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
