# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 541.7

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 541.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/541.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/541.7

Διὰ τί μέμνηται τῆς παρανόμου μίξεως τοῦ Ἰούδα καὶ τῆς Θάμαρ; Θαυμάζων ὁ εὐαγγελιστὴς καὶ τὴν τοῦ Θεοῦ δεικνύς φιλανθρωπίαν, ὅτι οὐκ ἀπηξίωσε τοιούτους ἔχειν συγγενεῖς. Τίνος χάριν τοῦ Φαρὲς μνημονεύσας ἀφ’ οὗ τὸν Κύριον γενεαλογεῖ, καὶ τοῦ Ζαρὰ μνημονεύει; Ὅτι τοῦ Ζαρὰ ἐν τῷ τίκτειν τὴν Θάμαρ τὴν χεῖρα προεξεῖνχοντος, συνέσπειλε τὸ παιδίον τὴν χεῖρα, καὶ προῆλθεν ὁ Φαρὲς, καὶ τότε ὁ Ζαρὰ· ὅπερ τῶν δύο λαῶν τύπος ἦν· τῆς γὰρ πολιτείας τῆς ἐκκλησιαστικῆς ἐν τοῖς κατὰ τὸν Ἀβραὰμ χρόνοις φανείσης, εἶτα ἐν τῷ μέσῳ συσταλείσης, ἦλθεν ὁ Ἰουδαϊκὸς λαὸς καὶ ἡ νομικὴ πολιτεία· καὶ τότε ὁ νέος ἐφάνη λαὸς μετὰ τῶν αὐτῶν νόμων. Καὶ τῆς Ῥοὺθ δὲ τῆς ἀλλοφύλου μέμνηται, ὅτι καθάπερ ἐκείνης καὶ πτωχῆς καὶ ἀλλοφύλου οὐδὲ ὁ Βοὲς οὐ κατεφρόνησεν, οὔτε τὴν δυσγένειαν ἐδδιλύξατο, καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν δεξάμενος οὐκ ἐδδιλύξατο.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
