# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 545.10-6

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 545.10 to 545.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/545.10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/545.10

Ε’ ΚΕΦΑΛ. Τοὺς ὄχλους ἰδὼν ἀνέβη εἰς τὸ ὄρη. Διὰ τί; Διὰ τὸ ἀγλιτόμυον καὶ ἀκόμπαστον παιδεύσων ἡμᾶς μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν. Διὰ τί πρόσκειται, ὅτι Ἀνοῖξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτούς; Ἴνα μάθωμεν ὅτι καὶ σιγῶν ἐπαίδευεν αὐτούς, ἀλλ’ οὐ λαλῶν μόνον. Οὐχ ἐν τάξει παραίνεσεως ἡ συμβουλῆς εἰσάγει· Δ’ ΚΕΦΑΛ. Τότε ἀνῆλθεν, φησίν, ὑπὸ τοῦ Πνεύματος πειρασθῆναι· ὑπὸ τοῦ ἁγίου Πνεύματος λέγει· πάλιν τὸ, τότε, οὐκ εὐθὺς λαμβάνεται, ἀλλ’ ἀντὶ τοῦ, τοῖς καιροῖς ἐκείνοις. Πειράζεται καὶ εἰς ἔρημον ἀνάγεται καὶ νηστεύει, διδούς τύπον ἡμῖν νηστείας καὶ ὑπομονῆς πειρασμῶν. Πόθεν λέγει ἀκούσας ὁ διάβολος τὸ, Εἴ Υἱός εἶ τοῦ Θεοῦ; καὶ τῆς ἀνωθεν φωνῆς ἠκούσε τοῦ Ἰωάννου τούτου λέγοντος· εἰ δὲ ἀμφέβαλλε πότερον εἰ Ἔστιν Υἱὸς τοῦ Θεοῦ ἡ οὐκ Ἔστιν, διὰ τὸ πεινῆσαι καὶ τὰ τῆς σωματικῆς ἐνδημίας πράττειν. Τοῦ Λουκᾶ λέγοντος ὅτι πάντα πειρασμῶν ἐκλῆσεν, νοήσωμεν ὅς τὰ κεφάλαια τῶν πειρασμῶν κινήσαντος, οὕτως εἶπεν· τὰ γὰρ χεῖρονα τῶν ἀμαρτημάτων γαστριμαργία ἐστὶ καὶ κενοδοξία καὶ ἀπληστία χρημάτων.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
