# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 548.8-549.5

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 548.8 to 549.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/548.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/548.8

Οὐχ ἀπλῶς δῦναι ἔστιν ἐλεημοσύνης, ἀλλὰ τὸ ὡς χρή δῦναι · ὁ ἐστι τὸ ζητούμενον παρὰ τοῦ ζητούντος. ΚΕΦΑΛ. Γ'. τῇ αὐρίῳ δεδομένον· οἱ δὲ τὸ σῶμα Χριστοῦ λέγουσιν, ὡς τῇ οὐσίᾳ ἡμῶν συμβάλλοιτο. C ΚΕΦΑΛ. Ζ. Πῶς νοητέον τὸ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε; Τοῦτο λέγει, ἵνα μὴ ὁ μυρίων γέμων κακῶν, ὑπὲρ μικρῶν τινων ἁμαρτιῶν ἄλλον διαιδίζῃ· διὸ καὶ ἐπἡγαγε περὶ τοῦ κάρφους. Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου ἀδελφοῦ σου; καὶ τὰ ἐξῆς. Πολλοὶ δὲ τοῦτο ποιοῦσι· καὶ ἐὰν ἴδωσι μικρὸν πταίσμα, εὐθέως ἐλέγχουσι, τὰ μέγιστα αὐτοὶ ἔχοντες πταίσματα. Διορθοῦσαί σου χρή, ἀλλὰ μὴ ὡς πολεμίους ἐλέγχειν, καὶ ἐν τοῖς ἑτέροις ἁμαρτήμασιν ὑπάρχειν πικρὸν καὶ ὑποκριτήν. Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί, καὶ τὰ ἐξῆς. Κύνας τοὺς ἐν ἀσεβείᾳ ζῶντας φησί· μὴ μεταδιδόναι λόγου εὐσεβείας λέγει. Χοίροι οἱ ἐν τῷ τῆς ἁμαρτίας βορβόρῳ ἐγκυλίμενοι. Τὸ δὲ, Ἴνα μὴ στραφέντες ῥήξωσιν ὑμᾶς, ἄντ Τὸ, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, εὐχεσθαι διδάσκει, μὴ ἐπιτιπθῆν, ἀλλὰ παρατείσθαι τοὺς ἀγῶνας· ἐλθόντας δὲ ἀναδέχεσθαι· ἵνα καὶ τὸ ἀνενδόξον καὶ τὸ γενναῖον ἐπιδειχθῶμεθα. Τὸ, Ἄλειψαί σου τὸ πρόσωπον, οὐ κλεῦοντός ἐστιν ἀλείφειν, ἀλλὰ νομοθετοῦντος τοσοῦτον κρύβειν ἑαυτόν, ὥστε παντελῶς λανθάνειν, ὡσπερ τοὺς ἐν εὐφροσύνῃ ἀλειφωμένους. Ὁ λύχνος τοῦ σώματος ἐστιν ὁ ὀφθαλμός, καὶ τὰ ἐξῆς. Ὁ λέγει τοιοῦτον ἐστιν, ὅτι ὅπερ ἐστὶν ὁ ὀφθαλμὸς τῷ σώματι, τοῦτο ὁ νοὸς τῇ ψυχῇ· ὡσπερ οὖν οὐδὲν ὠφελος τῷ σώματι τῷ μὴ βλέποντι, οὕτω τῇ ἐσκοτισμένῃ τῇ διάνοιᾳ ἐπιτεθλώται ἡ ἐνευθεν πᾶσα ζωή. Πῶς νοητέον τὸ, Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν; Διὸ τοὺς ἐναντία ἐπιτάττοντας λέγει· ἄν γὰρ τοῦτο εἴη, οὐδὲ δύο ἂν εἴεν, ἀλλ’ εἰς· ὡς τὸ, Καὶ γὰρ τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ ψυχὴ μία.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
