# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 553.10

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 553.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/553.10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/553.10

Τί γὰρ ἡ ράβδος κωλύει πρὸς τὸ κήρυγμα; ἡ ποία ἀμαρτία ἦν ἡ τῆς ράβδου κράτησις; Ἀλλὰ τὸ τραχύ τῆς παιδείας τῇ ράβδῳ παρειχάζων, ἀπαγορεύει τέως τῷ σκληρῷ τῆς παιδείας μὴ χρῆσθαι πρὸς τὴν ἀρχὴν τῆς διδασκαλίας· ἐπὶ δὲ ἐπὶ ράβδῳ λαμβάνεται τὸ αὐστηρὸν τῆς παιδείας, μαρτυρησάτω μοι Παῦλος· ἀκούσας γὰρ ἐν Κορίνθῳ τινὰς ἀμαρτήσαντας, γράφει λέγων· Τί θέλετε; ἐν ράβδῳ ἐλθῶ πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματι τε πραότητος; Διὰ τοῦτο καὶ ὁ Κύριος τοὺς νεοστὶ προσελθόντας αὐτῷ ἀνθρώπους, οὐ πρότερον νηστεύειν ἐπιτρέπει, ἀλλὰ πρότερον πιστεύειν καὶ τότε νηστεύειν· ὅθεν ἐγκαλούμενος ὑπὸ τῶν Φαρισαίων διὰ τί οἱ Ἰωάννου μαθηταὶ νηστεύουσι, προσφάρως καὶ ἀρμοζόντως ἀποκρίνεται λέγων· Οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ἱμάτος ἀντάρου ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μή γε, πλεῖον σχίσμα γίνεται. Ἱματίων παλαιῶν, τὴν ἐν τῇ παλαιότητι παραβάσεως τοῦ ἀρχαίου Ἀδάμ γενηθέντα ἀνθρώπων λέγει· καινόν δὲ ἱμάχος, τὸ νεαρὸν κήρυγμα τῆς νηστείας· ἐὰν γὰρ θελήσῃς τῷ νεαρῷ κήρυγμα τῆς νηστείας· ἐὰν γὰρ θελήσῃς τῷ νεαρῷ κήρυγμα τῆς νηστείας, πλεῖον σχίζειται ἢπερ συνάπτεται, πλεῖον χωρίζεται τῆς Ἐκκλησίας.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
