# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 555.13-557.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 555.13 to 557.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/555.13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/555.13

Περισσότερόν ἐστιν προφήτου, ὅτι ἐγγύς ἐστι τοῦ προφητευομένου καὶ πρόδρομός αὐτοῦ. Οἱ λέγοντες αὐτὸν μὴ μεῖζονα εἶναι προφήτων ὡς ἀγνοοῦντα, Τὸ, Ὁ φιλῶν πατέρα, καὶ τὰ ἕξης, τοῦτο λέγει: ὅταν πλὸν τῆς ἀγάπης τοῦ Θεοῦ καὶ τῶν αὐτοῦ ἐντολῶν. Λουκᾶς λέγει, ὅτι Εἰ τις ἔρχεται πρὸς με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, ἀντὶ τοῦ ἀπιστούντος τοῦ πατρὸς· αὐτοῦ· ἡ μὴ ἀπίστου ὄντος, ἀπαιτοῦντος δὲ πλεῖον φιλεῖν αὐτὸν ὑπὲρ Χριστὸν, δεῖ, φησί, τοῦτον ἀποστρέφεσθαι. Τὸ, Ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ μοι, τοῦτο δηλοῖ, τὸ πρὸς θάνατον εἶναι ἕτοιμους· ὡς ἐπὶ πολὺ γὰρ ὁ τῶν παλαιῶν θάνατος διὰ σταυροῦ ἦν, ὡς νῦν διὰ ξίφους. Τὸ, Ὁ εὕρὼν τὴν ψυχὴν αὐτοῦ, ἀντὶ τοῦ, Ὁ φιλοῦν αὐτὴν ἐν ἡδοναῖς, λέγει. Τὸ, Ἀπολέσας τὴν ψυχὴν αὐτοῦ, ἀντὶ τοῦ, Διὰ θανάτου στερηθείς αὐτῆς, λέγει. Τὸ, Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου καὶ δικαίου, μισθὸν προφήτου λήψεται, τοῦτο λέγει, τὸ μὴ διὰ βιωτικὴν προσταχὴν δέχεσθαι αὐτὸν. ἀλλὰ διότι προφήτης ἐστίν, ἡ διότι δικαίός ἐστι· τὸ δέ, Μισθὸν προφήτου λήψεται, καὶ ἄλλως ἐστι νοησαί· ἡ, οἷον αὐτὸς ὁ προφήτης· μᾶλλον λαμβάνειν μισθὸν· προφήτην δὲ νοήσεις καὶ τὸν ψευδοπροφήτην. Τὸ ποτήριον τοῦ ὕδατος· τοῦ ψυχροῦ, τοῦτου χάριν δέχεται, ἵνα καὶ τῶν πενιτῶν τὴν ἀχρημίαν ἐκκόψῃ, ὡς δύναται παρέχειν, καὶ τὴν προαίρεσιν γυμνώσῃ αὐτῶν. ΚΕΦΑΛ. ΙΑ. Διὰ τοῦτο, μετὰ τὸ διδάξαι τοὺς μαθητάς, μετἐδύ, φησίν, ἐκεῖθεν διδοὺς χώρᾶν αὐτοῖς ἰάσθαι· παρόντος γὰρ αὐτοῦ, οὐδεὶς ἂν ἐκεῖνος ἠθέλησε προσελθεῖν πρὸς θεραπείας. Τὸ, Ἐξομολογούμαι σοί, Πάτερ, ἀντὶ τοῦ, Αἰ Εὐχαριστῶ σοι, κεῖται· ὅτι "Α, φησί, σοφοὶ οὐκ ἔγνωσαν, οἱποὶ ταῦτα ἔγνωσαν, ἤγουν οἱ ἀπόστολοι. Τὸ, Ἐτένετο εὐδοκία ἐμπροσθέν σου, ἀντὶ τοῦ, Ἦρεσά σοι, κεῖται. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός, λέγεται, ἵνα μὴ ἀντίθεος νομισθῇ.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
