# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 566.43-570.25

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 566.43 to 570.25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/566.43
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/566.43

Υἱοῦ, πῶς Υἱοῦ κοινωνήσει τῇ Ἐκκλησίᾳ Πατὴρ ; Καίτοι εἰ ὑπεξούσιος ἦν ὁ Υἱὸς καὶ γυμνὸς αὐθεντίας, οὐκ ἄφειλεν εἰπεῖν· Οἰκοδομήσω τὴν τοῦ Πατρὸς Ἐκκλησίαν ; Ὅρῃς ὡς εἰ τις δουλεύει ταῖς λέξεσιν, καὶ μὴ τοῖς ἐνθυμήμασιν ἑπεται, πρὸς κρημνοῦς, καθάπερ σὺ, πίπτεις καὶ βάραθρα. Τὰ Πύλαι ἅδου οὐ κατισχύσουσιν αὐτῆς, ὡς οὐ γὰρ νομίζει τὴν ὑπὸ ζωῆς φερομένην στολὴν ἡγοῦμαι· τοὺς θανάτους λέγει τοὺς διὰ τῶν αἱρέσεων καὶ εἰδωλολατρῶν ἐπιφερομένους ἐπὶ τῶν πιστευόντων τὰ σώματα, καὶ μὴ ἰσχυάντων τι ποιῆσαι ἢ κατισχύσαι αὐτῶν. Διὰ τί λέγει, Καὶ ἐγὼ δὲ σοι τὰς κλεῖς τοῦ οὐρανοῦ ; Ὁμοιον ἑαυτὸν δείκνυσι τῷ Πατρὶ. Ὡς ἐκεῖνος, φησίν, ἔδωκε τὸ χάρισμα τῆς γνώσεως ταύτης, οὕτως ἐγὼ τὸ λύειν καὶ δεσμεῖν· οὐκ εἶπεν γάρ· Παρακαλῶν δώσω. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν αὐτοῖς δύνασθαι θανάτῳ κρατεῖσθαι· διὰ τοῦτο πρὸς αὐτὸν εἶπον ἐγώ· Μακάριος εἶ, Σίμων Βάρ Ἰωνᾶ· τὴν ἔνοιαν ἐξηγούμενος Πέτρου, τὴν δύναμιν τῆς πατρικῆς ἀποκαλύψεως φράζων· διὰ τοῦτο μακάριος εἶ, 1136 ΚΕΦΑΛ. ΙΗ. Αἰσχυνόμενοι οὖν ὅπερ ἔπαθον ὁμολογήσαι, οὐ λέγουσι μέν, ὅτι Διὰ τί τούτου προτιμᾷς; ἀφριστῶς δὲ ἐρωτῶσι· Τίς μείζων ἐστίν; Ὅτε μὲν γὰρ τοὺς τρεῖς εἰδὼν προτιμωμένους, οὐδὲν ἔπαθον· ὅτε δὲ τούτου μόνον, ἠλγησαν καὶ ὁ μόνον διὰ τοῦτο, ἀλλ' B ὅτι καὶ τὰς κλεῖς ἔλαβε, καὶ ἔμακαρισθη· τὸ δὲ παιδίον ὑπέδειξεν, δεικνὺς ὅτι φθόνου καὶ κενοδοξίας καὶ τούτου πρότερον ἔχην, ἀναίσχους ἔχει, καὶ τὰ ἑναντία καὶ τὰ τίμια ὁμοίως λογίζεται. Τὸ, Ὃς ἂν δέξηται παιδίον τοιούτο ἐπὶ τῷ Α κιστερον τὸν λόγον αὐτοῦ εἰς τὴν ἄβυσσον ἐλθεῖν, ὀνόματί μου, ἐμὲ δέχεται, σημαίνει ὅτι οὐ μόνον ἀκάκους δεῖ εἶναι, ἀλλὰ καὶ τοιούτους τιμᾶν δεῖ, ἀμερίμνους, φησὶ, καὶ ἀμελεῖς καὶ εὐκαταφρονήτους. Τὸ, Ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, λέγειν, οὐ τὸ αὐθαίρετον τῆς ἐλευθερίας ἐκάστου ἀνείλεν, ἀλλὰ τὸ πάντως ἑσόμενον ὑπὸ πονηρῶν ἀνθρώπων προλέγει. C Εἰπών, Ἐὰν ἡ χεὶρ σου ἢ ὁ πούς σου ἢ

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
