# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 574.44-7

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 574.44 to 574.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/574.44
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/574.44

D Τὸ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; τοιούτων ἔχει τὸν νοῦν· ἤτουν, Ἱερεὺς μὴ ὤν, ἢ διδάσκαλος μὴ χειροτονηθείς, πῶς τοσαύτην ἐξουσίαν ἐπεδείξω; Τί ἔχει ἡ Χριστοῦ ἀπόκρισις; Θαυμαστὸς πολὺ καὶ μέγα ποιῶν· ἐρωτᾷ γὰρ αὐτοὺς περὶ Ἰωάννου, ὅτι Πόθεν αὐτοῦ τὸ βάπτισμα; Καὶ γὰρ εἰ μὲν εἶπον, ἐπιθῆ τὸ φάρμακον. Ἐκ Θεοῦ, εἶπεν ἄν· Καὶ διὰ τί οὐ πιστεύετε αὐτῷ; εἰ δὲ εἶπον, Ἐξ ἀνθρώπων, ἐφοβοῦντο τοὺς ὄχλους μὴ λιθοβολήσωσιν αὐτούς· μέγαν γὰρ εἶχον τὸν Ἰωάννην. Τί σημαίνουσι τὰ τέκνα τὰ δύο περὶ ὧν φησιν ὁ Χριστός; Τὸν λαὸν τῶν ἐθνῶν καὶ τῶν Ἰουδαίων, ὅτι οἱ μὲν ἤκουσαν τὸν νόμον καὶ οὐκ ἀπήλθον· οἱ δὲ οὐχ ἤκουσαν καὶ ἀπήλθον· ὅθεν τὸ συνεκκία- ΚΕΦΑΛ. ΚΑ. Πολλὰ καὶ ἐπὶ τῆς πώλου θεωρεῖται· τὸ προειπεῖν ὅτι εὐρήσουσιν· τὸ ὅτι οὐ γογγύσει ὁ κύριος αὐτοῦ, χᾶν πένης ἔστιν, μέτρον φιλονεικίας παρέχων καὶ

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
