# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 576.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 576.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/576.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/576.1

Α χρημάτων παγίδας ἰστῶσιν· εἰς γὰρ τὴν τῶν Ῥωμαίων ἀρχὴν τῶν πραγμάτων αὐτοὺς μετατεθέντων, ἐπειδὴ εἰδὸν ὅτι Θεῦδας καὶ Ἰούδας διὰ τοῦτο ἀπέθανον ἀποστασίαν ἐκ Ῥωμαίων μελετήσαντες, ἐβούλοντο καὶ αὐτὸν εἰς τοιαύτην ὑποψίαν ἐνεγκεῖν· διὰ τοῦτο μετὰ τῶν μαθητῶν αὐτῶν καὶ τοὺς τοῦ Ἡρῴδου στρατιώτας ἐπεμφαν, διπλοὺν ὀρύττοντας τὸν βόθρον, ἵνα εἰ μὲν ὑπὲρ τῶν Ἡρωδιανῶν ἀποκρινῆται, αὐτοὶ ἐγκληθῶσιν· εἰ δὲ ὑπὲρ αὐτῶν, ἐκεῖνοι· καίτοι γε ἤν δεδοκὼς τὰ δίδραχμα· ἀλλ’ οὐκ ᾔδεσαν ἐκεῖνοι· ἐρωτῶν δὲ μέσον ὄχλου, μείζονα ποιῶντες τὴν μαρτυρίαν· *Οἴδαμεν ὅτι ἀληθὴς εἶ. Πῶς οὖν λέγετε ὅτι πλάνος ἐστιν*; Τοῦτο οὖν κολακεύοντες λέγουσιν, οὐ λέγουσι δὲ ὅτι τὸ συμφέρον, ἀλλὰ, *Τί σοι δοκεῖ*; Τὸ δὲ εἰπεῖν, *Τὸ Ὄ βλέπεις εἰς πρόσωπον*, περὶ Καίσαρος καὶ Ἡρῴδου αἰνίττονται. Ἐκ τῶν οἰκείων οὖν στομάτων αὐτοὺς κατακρίναι βουλόμενος λέγει· *Τίνος ἡ εἰκὼν*; Ἵνα ἐκείνων εἰπόντων, μὴ δόξῃ οὗτος εἰπεῖν τι. Ἵνα οὖν μὴ εἴπωσιν, ὅτι Ἁνθρώποις ἡμᾶς ὑποτάττεις, εἶπεν καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· διὸ καὶ ὁ Παῦλος, *Ἀπόδοτε πᾶσιν τὰς ὀφειλὰς*, λέγει.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
