# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 576.2-4

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 576.2 to 576.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/576.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/576.2

Αὐο αἱρέσεις εἰσιν, ἡ τῶν Φαρισαίων καὶ ἡ τῶν Σαδδουκαίων. Οἱ μὲν Σαδδουκαῖοι οὔτε ἀνάστασιν οὔτε ἀγγέλους πιστεύουσιν· οἱ δὲ Φαρισαῖοι ὁμολογοῦσιν ἀμφότερα. Διὰ τί οὐ μὲν Ματθαῖος φησιν, ὅτι πειράζων ἠρώτησεν οὗτος ὁ νομικὸς οὕτως· ὁ δὲ Μάρκος φησιν, ὅτι εἰδὼς ὅτι νουνεχῶς ἀπεκρίθη αὐτῷ, εἶπεν αὐτῷ, *Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ*; Οὐκ ἐναντιούμενοι αὐτοῖς· ἠρώτησεν γὰρ ἐν ἀρχῇ πειράζων· ἀπὸ δὲ τῆς Χριστοῦ ἀποκρίσεως ἐπηνέθη. ΚΓ ΚΕΦΑΛ. ΚΓ. Τὸ, *Πάντα ὅσα ἂν λέγουσιν ὑμῖν οἱ ἱερεῖς ποιεῖν, ποιεῖτε*, λέγει. Ἐπειδὴ τὰ τοῦ Θεοῦ λέγουσιν, οὐ τὰ ἑαυτῶν, ἐκείνων μὲν διὰ τούτου τὴν κατηγορίαν μείζονα ποιῶν, τούτων δὲ τὴν ἀφορμὴν ἐκκλίνων, ἵνα μὴ διὰ τὴν τῶν διδασκάλων φαυλότητα ἀναίρῃ τὴν διδαχὴν.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
