# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 577.6-578.11

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 577.6 to 578.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/577.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/577.6

Ὁδηγοὺς τυφλῶν καλεῖ αὐτούς, ὅτι οὔτε αὐτοὶ τὸ καλὸν ἐγίνωσκον, καὶ ἄλλους ὁδηγοῦντες ἐνέπαιζον. Κώνωπα ἐκάλεσεν τοὺς σωματικοὺς καθαρισμούς· μικρὰ γὰρ ἦν καὶ οὐδέν. Κάμηλον δὲ, τὴν κάθαρσιν τῆς ψυχῆς, ὅπερ ἐστὶν ἀρετή· μεγάλη γὰρ ἐστὶν καὶ ὑψηλή, ἧς ἡμελοῦν καὶ ἀφανὴ ἐποιοῦν, ὡς περ καταπεπρωκότες τὰ ψυχικά. Μέλλον δεῖξαι ὡς τῇ ἔνδον καθαρότητι ἀκολουθεῖ καὶ ἡ ἔξω, ἢ δὲ ἔξω οὐκέτι τῇ ἔνδον, λέγει ἀπὸ πράγματος, ὅτι Καθαρίσετε τὸ ἔξω τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἐσώθεν δὲ γέμει ἀραχῆς καὶ ἀδικίας· καθάρισον πρῶτον τὸ ἔνδον, καὶ τὰ ἕξης. Καὶ τάφους κεκοσμημένους λέγων, ὁμοίου τοῦ ποτηρίου νοηθήσεται, διὰ κενοδοξίαν λεγόμενον. Οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν. Οὐχ ὡς οἰκοδομοῦντων μνήματα, ἀλλ' ὡς ἀντιποιουμένων αὐτῶν καὶ λεγόντων, ὅτι Εἰ ἦμεν ἐν ταῖς ἡμέραις αὐτῶν, οὐκ ἂν ἡμεν κοινωνοὶ τοῖς πατράσι ἡμῶν ἐν τοῖς αἵμασιν αὐτῶν. Ἐποῖουν δὲ τοῦτο, κρείττονες καὶ ἀγαθοὶ μᾶλλον τῶν πατέρων αὐτῶν φαῖνασθαι βουλόμενοι. Δ ἐκονόησιν δὲ φονεύοντες· διὰ τοῦτο μέμφεται αὐτούς. Τί ἐστιν τὸ, Βδέλυγμα τῆς ἐρημώσεως; Τὸν ἀνδριάντα λέγει Τίτου τοῦ ἐλόντος τὴν πόλιν, ὃς μετὰ τὸ λαβεῖν τὴν Ἰερουσαλὴμ ἔστησεν τὸ εἴδωλον αὐτοῦ. Βδέλυγμα δὲ ἐρημώσεως, τὸν ἀνδριάντα τοῦ τότε ἐλόντος τὴν πόλιν λέγει· ἐρημώσεως δὲ αὐτὸ λέγει, ὡς ἐρημώσαντα τὴν πόλιν καὶ τὸν ναόν. Τί ἐστιν τὸ, Εὐξασθε μὴ γένηται ἡ φυγὴ ἐν χειμῶνι καὶ ἐν Σαββάτῳ; Ἐν χειμῶνι, διὰ τὴν δύσκολον τῆς φυγῆς· ἐν Σαββάτῳ, διὰ τὸν κωλύοντα νόμον ὁδεύειν τῇ ἡμέρᾳ ταύτῃ.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
