# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 584.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 584.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/584.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/584.1

Α παρὰ προφητῶν ποιήσα·; 'Ἐπειδὴ οὐ ταύτῃ τῇ γνώμῃ τοῦτο πεποίηκεν, ἀλλὰ πονηρᾷ προαιρέσει· χρὴ γὰρ τὸν σκοπὸν ἐξετάζειν πανταχοῦ. Διὰ τί οὐκ ἐρωτᾷ ἐξ ἀρχῆς ὁ Ἰούδας, Μή τι ἐγώ εἰμι; ἀλλ' ὡς ἔσχατος; 'Ἐδύκει τέως λανθάνειν· τὸ δὲ εἰπεῖν, Ὦ διδάσκαλε, διασύροντος τοῦτο ἐστι καὶ ἰσχυροῦ. Πῶς δὲ Ματθαῖός φησιν καὶ οἱ ἄλλοι τῶν εὐαγγελιστῶν, ὅτι ὅτε συνετάξατο περὶ τῆς προδοσίας ὁ Ἰούδας, τότε αὐτὸν ὁ διάβολος εἷλεν, ὁ δὲ Ἰωάννης λέγει ὅτι, Μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς; Ὅτι διακωδωνίας αὐτὸν ἐν τῇ ἀρχῇ καὶ πειρᾶν ποιησάμενος, οὕτω τελείως εἰσῆλθεν· ὥστε τὰ ἀμφοτέρᾳ ἀληθῆ ἐστιν. Τοσοῦτον γὰρ ἀμεταμέλητος ὁ Ἰούδας, ὅτι καὶ τῆς κοινωνίας μεταλαβὼν ἐμείνεν ἀσυνείδητος. Ὅθεν τοῦτο δηλῶν ὁ Ἰωάννης λέγει, ὅτι Μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
