# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 591.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 591.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/591.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/591.1

ἐρωτήσει τὸν οἰκοδεσπότην· καὶ ἵνα μὴ νομίσωσιν ἀγνοεῖν, τὸν τόπον λέγει· Αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστερωμένον. Εἰ προλέγεις τὸν τόπον, διὰ τί λέγεις τοῖς μαθηταῖς ἐρωτήσει περὶ τοῦ τόπου; Πρὶν ἐρωτήσωμεν· τί οὖν ἐρωτῶμεν; Ναί, φησίν· χἀμὶ πρέπει προλέγειν ὡς Θεῷ, καὶ ὑμᾶς ἐρωτῆν ὡς ἀνθρώπους· οὐδαμοῦ δὲ Χριστὸς παραδίδωσι τὸ μυστήριον ἐν ταπεινοῖς τόποις, ἀλλ’ ἐν τῇ ὀρεινῇ ἢ ἐν ὑπερώ· οὐδὲν γὰρ κατὰγαιον ἐπὶ Χριστοῦ· διὰ τοῦτο καὶ ὅτε τὴν ἐπιφοιτήσιν ἐδέχοντο τοῦ ἁγίου Πνεύματος οἱ ἀπόστολοι, ἐν ὑπερώφ ἦσαν συνηγμένοι. Τότε, φησίν, ἀπέστειλεν δύο ἐκ τῶν μαθητῶν αὐτοῦ ἐτοιμάσαι τὸ Πάσχα, Πέτρον καὶ Ἰωάννην. Πέτρος ἦν ὁ ὁμολογήσας, ὅτι Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· Ἰωάννης δὲ ἐμελλε χρησθῆναι τῷ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἀποστέλλει τὸν θεμελίον τῆς Ἐκκλησίας, καὶ τὸν υἱὸν τῆς βροντῆς· ἵνα ἐν μὲν τῷ θεμελίῳ πλῆν τὸ τῆς εὐσεβείας μυστήριον, ἐν δὲ τῷ υἱῷ τῆς βροντῆς, ἀστράφῃ τὰ τῆς εὐσεβείας ἐντάλματα. Πάλιν διὰ τί Πέτρον καὶ Ἰωάννην ἀποστέλλει; Ἰωάννης παρθένος ἦν, Πέτρος ἀπὸ σεμνογαμίας, ἵνα δείξῃ ὅτι καὶ τῇ σεμνογαμίᾳ καὶ τῇ παρθενίᾳ ἡπλίσται τὸ δῶρον· καὶ γίνονται κοινωνοὶ τοῦ Πάσχα καὶ οἱ ἐν σεμνογαμίᾳ καὶ οἱ ἐν παρθενίᾳ καλῶς ζῶντες· ἀποστέλλει παρθενίαν καὶ σεμνογα-μίαν ἐτοιμάσαι αὐτῷ τὸ πάσχα· ὡςπερ ἐν τῷ ὄρει Νεώσῃν καὶ Ἠλίαν παρέστησαν, ἐν μὲν ἀπὸ σεμνογαμίας, τὸν δὲ ἀπὸ παρθενίας λάμποντα, ἵνα φανῇ σεμνογαμία καὶ παρθενία παρασεῶσαι Χριστῷ.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
