# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 592.6

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 592.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/592.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/592.6

Τίνας ἐνεκεν Ζαχαρίας μὲν ἀμφιβάλλων κατεκρίθη, παρθένος δὲ ἀμφιβάλλουσα πρὸς τὸν ἄγγελον λέγει. Πῶς ἔσται μοι τοῦτο; Ὁ μὲν λόγος ἀξιόπιστος, ὁ δὲ τρόπος ἀπορος· οὐκ οἶδεν ἡ φύσις ἀ λέγεις. Ἐπεὶ οὖν καλῶς ἠρώτα, ὁ ἄγγελος πρὸς αὐτὴν Συγγνώμην σοι ἀπορούσης. Τῷ μὲν γὰρ Ζαχαρία οὐ συγγινώσκει, ἀλλ᾽ ἐπεστίμωσεν αὐτὸν κακῶς ἀπιστήσαντα, τῇ δὲ Παρθένῳ συγγινώσκει· οὐ γὰρ ἦν ὑπόδειγμα παρθένῳ· στειράς δὲ πολλά ἦν τὰ ὑποδείγματα· διὰ τοῦτο τῷ Ζαχαρία σιωπὴν ἀντὶ τιμωρίας ἐπιτίθησιν.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
