# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 594.2

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 594.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/594.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/594.2

Ἵνα τί ἐπέρχεται ἅγιον; Ἐπειδὴ ἅγια μὲν ὑπάρχεις· δεῖ δὲ σε γενέσθαι ἀγιωτέραν· ὅτ᾽ ἂν γὰρ λάβῃ ὁ τέκτων ξύλον, ἢ ὁ χαλκεὺς σίδηρον, ἔτι αὐτὸ καθαίρει καὶ ἐπιτηδεώτερον πρὸς τὴν τέχνην ἀργάζεται. Καὶ σὺ τοίνυν παρθένος μὲν εἶ, δεῖ δὲ σε ἀγιωτέραν γενέσθαι, ἵνα τὸν ἅγιον συλλάβῃς. Ὁ Γαβριὴλ ἐμφαίνων τὴν ἐρμηνείαν τῶν τριῶν ὑποστάσεων οὕτω λέγειν· Ὕψιστος γὰρ ὁ Πατήρ. Δύναμὶς Ὕψιστου ὁ Υἱός· διὸ περὶ τοῦ Πατρὸς ὅτι Ὕψιστος· Σὺ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Ὁλὴ, φησί, ἡ Τριάς σοι πᾶρεστιν, ὦ Παρθένε, τὴν ἀνάκτησιν ποιουμένη τῆς κτίσεως, ἡ εἰπούσα πάλαι· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν. Οὐ γὰρ ἔμελλεν ἐπὶ μὲν τοῦ ἀγνώμονος Ἁδὰμ τοῦ πρώτου παρεῖναι, τῷ δὲ δευτέρῳ μὴ συνήφθαι λαμπρῶς. Πνεῦμα ἅγιον· ἰδοὺ τὸ Πνεῦμα τοῦ ἁγίου, καὶ δύναμις, ἰδοὺ πάλιν ὁ Υἱός· Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ὕψιστος· ἰδοὺ πάλιν ὁ Πατὴρ τῇ φωνῇ ταύτῃ κηρύττεται. Καὶ δύναμις Ὕψιστου ἐπισκιάσει σοι. Τὸν Υἱὸν λέγει· Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Τὸ, Ἐπισκιάσει σοι, ἀντὶ τοῦ, Περιβάλει σε καὶ χαρακώσει σε καὶ κύκλῳ σου ἔσται. Οὕτως ἀναγνωστέον· Διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. Οὐχ ἀπλῶς ὁ ἄγγελος τὸ γεννώμενον τὸ ἅγιον εὐθὺς ἐπιθεῖς, ἀλλ᾽ ἐπιὼν, Τὸ γεννώμενον, ἐπειδὴ κοινὴ τις ὑπῆρχε ἡ φωνὴ πρὸς τοὺς ἐκ γυναικὸς τικτομένους, ἵνα μὴ τὸ θαῦμα τῇ κοινωνίᾳ τῆς λέξεως σμικρυνθῇ, ἐπιὼν, Διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ, εὐθὺς ὥσπερ τινὶ φόβῳ κρατηθεὶς πρὸς ἐκπληξιν καταστάσεως, καὶ λογισάμενος τοῦ τικτομένου τὴν δύναμιν, καὶ ὅσων ἀγαθῶν πρόξενος ἔσται τῷ γένει, φοβερῶς ἐξῆκραύξατο, Ἅγιος· τὴν αὐτὴν τοῖς Σεραφὶμ φωνὴν ἐπὶ τούτῳ βοῶν. Οὐ γὰρ ἔξω τῆς Τριάδος ὁρῶ, οὐ γυμνὸν αὐτὸν βλέπω τῆς ἀδίκου θεότητος· διὰ τοῦτο κάθ᾽ ἑκάστην τῆς Τριάδος πεποίημαι.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
