# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 595.1-5

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 595.1 to 595.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/595.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/595.1

θεον και συγγνώμην ἐτυχε λέγουσα· Πῶς ἔσται μοι τοῦτο, ὅτι παρθένος οὐσα τέξομαι; Πῶς συγγενὴ λέγει τὴν Ἐλισάβετ τῆς Θεοτόκου; Ἡ ὡς ἐξ ἑνὸς προπάτορος τοῦ Ἰακὼβ, εἰτε διὰ τὸ πρὸ τῆς νομοθεσίας λαβεῖν τὸν Ἀαρὼν ἐκ τῆς τοῦ Λευὶ φυλῆς ὄντα γυναῖκα τὴν Ἐλισάβετ, θυγατέρα οὖσαν τοῦ Ἀμινάδαμ, τὴν ἀδελφὴν Ναασσὼν ἐκ τῆς τοῦ Ἰούδα φυλῆς ὑπάρχοντος. Ἵτι Ἰωάννης, χάρις Θεοῦ, ἐρμηνεύεται, ἀπὸ τῆς Ἑβραϊδος γλώττης εἰς τὴν Ἑλληνίδα μεταβαλλόμενος. Διὰ τί προκατασκευάζεται ἡ σωπὴ Ζαχαρίου, εἰτα τὸ λαλεῖν αὐτῷ δίδεται; Ἵνα πάντες θαυμάζοντες ὡς ἀκούσαντες τὸ παράδοξον, δέξωνται τὸν Ἰωάννην χρηύττοντα, ἔχοντες τῇ μνήμῃ ἐναυλὸν τὸ θαῦμα. Ἵτι τὸ, Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ ὅλη ἡ προφητεία εἰς Χριστὸν καὶ περὶ Χριστοῦ ἐστιν. Ἵτι τὸ ποιήσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν τοιούτόν ἐστιν, Ἴτι Τὸ ἐφ’ ἡμᾶς-γενόμενον ἔλεος, καὶ πρὸς τοὺς πατέρας ἡμῶν ἀνατρέχει· κοινωνοὶ γὰρ εἰσι τῆς εὐφροσύνης ἡμῶν, φησί, καὶ αὐτοὶ ὡς αἰσθανόμενοι. Πῶς νοητὸν τὸ, Ὁ, κορ ὃρ ὤμοσε, καὶ ἔξῆς; Ἵτι εἶπιν αὐτῷ ὁ Θεός· Πληθύνων πληθυνθῶ τὸ Ἵτι διὰ τὴν τοῦ ἀγγέλου φωνὴν ἀπήλθεν ἡ Παρθένος εἰς τὴν ὀρεινὴν· εἶπεν γάρ· Ἰδοὺ Ἐλισάβετ ἡ συγγενὴς σου καὶ αὐτὴ συνέλαψεν. Ἵτι τότε ἐπλήσθη Πνεύματος ἁγίου ὁ ἐν γαστρὶ ὢν Ἰωάννης, καὶ μετεδίδου τῆς χάριτος τῇ μητρί, καὶ ἐπροφήτευσεν λοιπὸν ἡ Ἐλισάβετ, Εὐλογημένη σὺ ἐν γυναιξί, λέγουσα, καὶ εὐλόγησεν ὁ καρπὸς τῆς κοιλίας [σου]. Ἵτι καλῶς καρπὸν κοιλίας ὀνόμασε τὸ ἐν αὐτῇ, ὅτι χωρὶς ἀνδρὸς ἦν· οὐ γὰρ ἐκ πατέρων, ἐκεῖνον εἰσὶ καρποί, ἀλλ’ οὐχὶ μητρόσ. Ἵτι τὸ, Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου· πνεῦμα καὶ ψυχὴν τὸ αὐτὸ λέγει. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ. Βραχίονα Πατρὸς, τὸν Υἱὸν λέγει, ἀντὶ τοῦ, ἰσχύν.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
