# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 599.5-600.22

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 599.5 to 600.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/599.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/599.5

Διὰ τί ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ὄρος προσευξάσθαι, Καὶ ἤρ, φησί, διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ; Ἔδειξε διὰ τούτου, ὡς Κυριλλὸς φησί, τύπον ἀσκητικόν, ὑποδεικνύων διὰ πραγμάτων αὐτὸς ὡς καὶ διὰ λόγων, ὅτι ἂν λέγῃ· Σὺ δέ, ὅταν προσεύχῃ, κλεῖσον τὴν θύραν σου. Ὅτι ἡ ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου ἐλθοῦσα γυνή, ἥτις ἦν ἁμαρτωλός, οὔτε ἡ παρὰ τῷ Μάρκῳ ἐστιν, οὔτε ἡ παρὰ τῷ Ἰωάννῃ, οὔτε ἡ παρὰ τῷ Ματθαίῳ· ἐκεῖναι μὲν γὰρ πρὸς αὐτὸ τὸ πάθος τοῦτο ἐποίησαν, αὕτη δὲ ἐν μέσῳ τῶν σημείων. Διὰ τί λέγει τῇ γυναικί, Ἡ πίστις σου σέσωκέ σε; Διὰ τὸ πιστεύσαι αὐτὴν ὅτι δύναται ἀφῃρεῖν ἁμαρτίας. Ὅτι τὸ λέγειν τοὺς μαθητὰς πρὸς Χριστόν, Διδάσκαλε, εἰδομένε τινα ἐκὶ τῷ ὀνόματί σου δαιμόνια ἐκβάλλοντα, οὐκ ἐστι φθονούντων ὁ λόγος, ἀλλὰ μαθεῖν ἐθελόντων, εἰ καὶ ἄλλοις τοῦτο δοθήσεται. Ὅτι τὸ, Ὦστες οὐ καθ' ἡμῶν, ὑπὲρ ἡμῶν ἐστι, τοῦτο λέγει, Τῶν ἀγαπώντων με, οἵτινες εἰς δίξαν μου πληροῦν θέλουν, τῇ παρ' ἐμοὶ χάριτι στεφανοῦνται. τὸ δὲ ζητεῖν ἀποτάξασθαι, μεμερισμένον ἐστιν τῇ ΚΕΦΑΛ. P. Διὰ τί ἄλλους ἐβδομήκοντα μαθητὰς προσελάβετο; Ἐπειδὴ πολλὴ ἔμελλεν ἡ διδαχὴ γίνεσθαι, καὶ πολλαχοῦ καὶ πρὸς Ἰουδαίους καὶ πρὸς τὰ ἔθνη. Τί σημαίνει τὸ, Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ; Τοῦτο δηλοῖ, ὅτι Εἰ ὁ ἄρχων αὐτῶν κατέπεσεν, οἱ δοῦλοι τὶ προσδοκῶσι παθεῖν δι' ὑμῶν; Ὡς ἀστραπὴν δὲ εἰπεν, ἐπειδὴ φωτεινὴς ἦν τὴν φύσιν, εἰ καὶ σκοτεινὸς γέγονε τὴν προαίρεσιν. Ὁ γὰρ ἐποίησεν ὁ θεός, τοῦτο διανοίᾳ. καλόν: ὁ δὲ μετεποίησεν ὁ διάβολος, τοῦτο κακόν: ἢ τὸ ἐξ ὕψους εἰς γῆν κατενυγμένον δηλοῖ ἐκ δόξης εἰς ἀτιμίαν. "Ὅτι τὸ, Πασεῖν ἐπάνω δράκων καὶ σκορπίων, περὶ τῶν δαιμόνων λέγει. Τὸ, Μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, ἀντὶ τοῦ, Μὴ κενο-

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
