# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 600.7-601.3

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 600.7 to 601.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/600.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/600.7

λείπον, τὸ πᾶν ἀπώλεσεν: οὕτως καὶ ὁ κατὰ θεὸν ἐργαζόμενος, εἰ πρὸς ἄλλο τι ἀχολούμενος εὑρεθῇ. αὐτοῦ. Πανδοχεῖον δὲ, τὴν Ἐκκλησίαν καλεῖ τὴν πάντας δεχομένην· ἀλλὰ μὴ κατὰ τὸν νόμον λέγουσαν· Ἀμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου οὐκ εἰσελεύσεται. Διὰ τί πρὸς τὸν εἰπόντα αὐτῷ, Διδάσκαλε, ἐπὶ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾽ ἐμοῦ τὴν κληρονομίαν, ἀποκριθεὶς εἶπεν· Ἄνθρωπε, τίς με κατέστησε κριτὴν ἢ μεριστὴν ὑμῖν; Εἶπεν δὲ Τὸ δὲ δούναί τῷ πανδοχεῖ δύο δηνάρια εἰς ἐπιμέλειαν αὐτοῦ, σημαίνει τοὺς τῆς Ἐκκλησίας ἐπόπτας ἀποστόλους καὶ διδασκάλους λέγων· ὅτι Ἐν τῇ δευτέρᾳ ἐλεύσει μου τὸν μισθὸν τοῖς ἐπιμελησαμένοις διδασκάλους ἀποδώσω. Ὅτι κρεῖττον τῆς φιλοξενίας ἡ πίστις· καὶ τοῦτο ὁρλεῖ Χριστὸς ἐν τῇ Μάρθᾳ καὶ τῇ Μαρίᾳ· ἐκείνης γὰρ περὶ τὴν διακονίαν ἀχολουμένης, ταύτην προἔχειν Χριστὸς ὡς τὸν λόγον ἀκοῦσαυαν αὐτοῦ· ἀλλ᾽ ὅμως τὴν μὲν οὐκ ἀπέστρεψεν ἀφ᾽ ὧν ἐποίει, τὴν δὲ προσεδέξατο ὡς προστάξας.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
