# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 601.6-602.2

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 601.6 to 602.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/601.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/601.6

Διὰ τί τῆς γυναικὸς εἰπούσης, Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, αὐτὸς εἶπεν· Μενόντες μακάριοι οἱ ἀκούοντες τοῦ λόγου τοῦ Θεοῦ; Διὰ τὸν καιρὸν καὶ τοὺς παρισταμένους τοῦτο λέγει καὶ διὰ τὸ φιλότιμον. Τίς ἐνεκεν πονηρῶν ὄντων τῶν Φαρισαίων, πρὸς αὐτὸν κληθεὶς παρ᾽ ἑνὸς αὐτῶν ἀπήλθε; Νοθεῦσαι τούτους βουλόμενος καὶ ἡμερώσαι· ἐσκανδαλίσθη δὲ ὁ Φαρισαῖος ὅτι οὐ πρὸ τοῦ ἀρίστου ἐβαπτίσθη, ἀσυνέτως· Μωσῆς γὰρ οὐδαμοῦ προσέτειξε τοῦτο ποιεῖν· ἢ γὰρ διὰ τῶν ὑδάτων ἀπόρυνσις, χρειώδης ἐστιν πρὸς ῥύπον σωματικόν, ἀκαθαρσίαν δὲ ψυχῆς ἀπαλλάζει οὐ δύναται. Περὶ τοῦ Ζαχαρίου οὐ εἶπεν Κύριος, ὅτι μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ἐσφάγη, ὁ Νῦσης φησίν, ὅτι ὁ πατὴρ ἦν τοῦ Προδρόμου· καὶ ἐπειδὴ οὐκ ἀπἐχώρισε μετὰ τὸν ἀφθόρον τόκον τὴν παγγάϊαν Θεοτόκον Μαρίαν τοῦ ταῖς παρθένοις ἀποκεκληρωμένου τόπου ἐν τῷ ναῷ (ἦν δὲ οὗτος ὁ τόπος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου), κατέφραξαν. C ΚΕΦΑΛ. ΙΒ. Α τοῦτο καὶ διὰ τὸ προκρίνειν αὐτὸν τὰ γήϊνα τῶν θείων, καὶ διὰ τὸ προειπεῖν· Ἄπὸ δὲ τοῦ αἰῶνος τοῦ σὺ, μὴ ἀπαλτεῖ. Οὐ γὰρ ἐστι, φησίν, ἐν τῇ περισσεύειν τινὶ ἡ ζωὴ, διὰ τὸ μὴ τῷ πλούτῳ συνεκτείνεσθαι τὴς ζωῆς μέγερον. Τὸ δέ, Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον, τοῦτο ἀντὶ τοῦ, Μὴ ἀπιστήσης, εἴρηται· μικρὸν δὲ ἀποράζει τοὺς ἁγίους, ἢ ἐπειδὴ παραδέχεται μικρότης τοῖς ἁγίοις ἐν τῷ κόσμῳ, ὡς ἑκουσίως ἀπεῖρησιν· ἢ διὰ τὸ ἠττάσθαι τῇ τῶν ἀγγέλων πληθύϊ.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
