# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 602.3

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 602.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/602.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/602.3

Ἔστωσαν αἱ δορῶδες ὑμῶν περιεζωσμέναι· τὸ τῆς διανοίας ἕτοιμον εἰς φιλεργίαν τῶν χρηστῶν ἔργων· διόπερ ὁ διδασκαλικὸς λύχνος ψυχοῦσθω καὶ ἀρδεύεσθω ὑπὸ τῆς πρακτικῆς ἀρετῆς. Γάμους δὲ ἀνομάζει, διὰ τὸ μὴ εἶναι ἐκεῖθεν τι κατήφειας. Ἀωρί νυκτῶν, λέγει, διὰ τὸ ἀδηλον· τὸ δέ, Ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ φυλακῇ, λέγειν αὐτὸν, τοὺς ἀναμένοντας τὴν παρουσίαν αὐτοῦ. Μακάριοι, φησίν, οἱ δοῦλοι ἐκεῖνοι. Περιζώσεται γὰρ καὶ διακονήσει αὐτοῖς· τοῦτό ἐστιν, ὅτι τοῖς ἴσοις ἡμᾶς ἀναμμεῖψεται, καὶ ὡς κάμνοντας ἀναστήσεται, τρυφὰς ἡμῖν παραδείξας τὰς πνευματικάς. Ἡ πρώτην μὲν φυλακήν, τὴν πρώτην ἡλικίαν· δευτέραν, τὴν δευτέραν ἡλικίαν τρίτην, τὴν ἐπὶ τὸ γῆρας.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
