# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 602.7

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 602.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/602.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/602.7

Περὶ δὲ τῶν Γαλιλαίων ὧν ἀπήγγειλαν τῷ Χριστῷ ὅτι τὸ αἷμα αὐτῶν ὁ Πιλᾶτος ἐμίξεν μετὰ τῶν θυσιῶν, χρή γινώσκειν ὅτι οὗτοι εἰσὶν οἱ τοῖς δόγμασιν ἐξακολουθήσαντες Ἰούδα τοῦ Γαλιλαίου, οὗ καὶ αὐτὸς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων μέμνηται. Ἦν δὲ τὸ δόγμα τοῦ Ἰούδα, ὡς Ἰώσηπος λέγει· ἐδίδασκε γὰρ μηδένα κύριον λέγειν μήτε κατὰ φιλοπροσύννη· καὶ τὰς θυσίας δὲ τὰς ὑπὲρ τῶν Ῥωμαίων βασιλέων προσφερομένας καὶ τῆς αὐτῶν σωτηρίας ὡς μὴ ἐκ τοῦ Μωϋσέως ὄντας, ἀπέκοπτεν· ἐπὶ τούτοις ἀγανακτήσας ὁ Πιλᾶτος παρ’ αὐταῖς ταῖς κατὰ τὸν νόμον προσφερομέναις θυσίαις ὑπ’ αὐτῶν, κατέσφαξεν αὐτούς. Λέγει οὖν αὐτὸς χειρόνας, ἀμαρτωλούς δὲ διὰ τὸ στασιάσαι αὐ-

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
