# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 606.2-6

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 606.2 to 606.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/606.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/606.2

ΚΕΦΑΛ. ΙΖ. Ὅτι περὶ τῶν ἀρχαιοτέρων ἁγίων φασίν ὁ Ἀπόστολος· Διὰ πίστεως κατεκράτησαν βασιλείας. Οἱ ἀπόστολοι οὖν τοῦτο εἰδότες, λέγουσι τῷ Χριστῷ· Πρόσθεσ ἡμῖν πίστιν. Οὐκ αἰτοῦσι δὲ πίστιν ἀπλῶς· οὐ γὰρ ἦσαν ἄπιστοι· ἀλλὰ προσθήκην πίστεως, τοῦτέστι τὴν εἰς τοῦτο βεβαίωσιν. Ὅτι τῷ, Τίς ἐξ ὑμῶν δοῦλον ἔχων ποιμαίνοντα, καὶ τὰ ἕξης, διδάσκει ὅτι τῆς Δεσποτικῆς ἐξουσίας ἡ δύναμις ὡς ὀφλημα πανταχοῦ παρὰ τῶν οἰκετῶν ζητεῖ τὴν ὑποταγὴν. Οὐ γὰρ χάριν, φησίν, ὁμολογήσει, κἂν εἰ γένοιτο παρ' αὐτοῦ πᾶν ὅπερ ἐδει γενέσθαι· ἀλλὰ μὴ πληρούντος μὲν, κίνδυνος· πληρούντος δὲ, οὐδεμία ἔσται χάρις. Ἐν τῷ λέγειν, ὅτι Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστι, τί λέγει; Ὅτι Ἐν ταῖς προαιρέσεσιν ὑμῶν, φησὶ, κεῖται τὸ ἐκλέξασθαι ταύτην. Τί λέγειν βούλεται Χριστὸς ὅτ' ἂν φῇ · Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ἰδύσεσθε ; Τοῦτο ἐστι, τῆς ἐπὶ γῆς συνδιαγωγῆς αὐτοῦ· καίτοι καὶ ἔσχατον συνόντες αὐτῷ· τοῦτο δὲ ἔλεγεν διὰ τὰς θλίψεις ἃς ἐμελλον ὑπομένειν ὑπὸ τῶν τυράννων.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
