# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 61.2

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 61.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/61.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/61.2

ΚΕΦΑΛ. ΡΙΑ. — Ὃποιον ἦν τὸ Ἅγίασμα τοῦ περιβόλου, ὁ Μωϋσῆς κατασκεύασε. Τὸ δὲ Ἅγίασμα μέσον τοῦ περιβόλου, μήκος ἔχον ἐπὶ πήχεις λ', πλάτος πήχεις γ' (25), πρὸς ἀνατολὰς βλέπον. Τὸ δὲ μήκος τῶν τριάκοντα πηχῶν ἐν κίοσιν ἰδρυτο κ', τετραγώνοις, ἑυλίνοις, καταχρύσοις, ἐκάστης πλευρὰς ἑνός ἡμίσεως πήχεος ἀλλήλων ἀφεστηκόσιν. Ὃ δὲ κατὰ δύσιν τοῖς πηχῶν τριῶν ἐν ἐξ κίοσι συνῆστη. Συνῆσαν δὲ ἀλλήλοις ἡρμοσμένοι, ὥστε δοκεῖν ἕνα τοῖχον τὴν συντέλειαν ὀλόγυρσον εἶναι, μεμυκώτων τῶν ἄρθρων ἐσωθεν καὶ ἐξωθεν. Εἶχε γὰρ ἑκάστος κιῶν τρεῖς σπιθαμὶς, ὥστε συμπληροῦσθαι τὸ μήκος τῶν τριάκοντα πηχῶν ὑπὸ τῶν εἴκοσι κιόνων, καὶ τῶν δέκα ὑπὸ τῶν ἐξ. Ἐγγύωτοι δὲ δύο κιόνες ἦσαν ὁπίσω, ἀπὸ πήχους ἑνὸς συνάπτοντες τῷ πλατεῖ τὸ μήκος. Διὰ δὲ πάντων τῶν κιόνων ἐπέκειτο διατρεχούσα μία συμπλεκομένη σανίς, γιγγλυμὸς (24) θήλεσι καὶ ἀρρέσι κατεχομένη, πρὸς τὸ μὴθ' ὑπ' ἀνέμων κραδαίνεσθαι τὴν σκηνὴν, ἀλλ' ἐν ἡρεμίᾳ πολλῇ διαφυλάττεσθαι. Τὸ δὲ ἐνδον τῆς σκηνῆς εἰς τρία διῆρητο κατὰ πηχῶν ι', καὶ ἦν τὸ μὲν ἐσώτατον ἄδυτον πηχῶν ι', τοῖς ἱερεῦσιν ἄδυτον. Τέσσαρες δὲ κιόνες ἴσοι τοῖς ἄλλοις διεῖργον τὸ ἄδυτον τοῦ ἐξωτάτου. Οἱ δὲ λοιποὶ πήχεις εἴκοσι, οἱ πρὸ τοῦ ἀδύτου, τοῖς ἱερεῦσι μόνοις ἐξῄκειντο. Τὸ δὲ μέτωπον, ἐξ οὗπερ ἡ εἴσοδος ἦν, πέντε κίοσι διαχρύσοις, ἴσοις τοῖς ἄλλοις, συνῆστατο, χαλκείς βάσεσιν ἐφεστῶσιν. Εἶχε δὲ καταπέτασμα ἐξ βύσσου καὶ πορφύρας καὶ ὀχινίου καὶ κοκκίνου βαφῆς ἐμπεπχον ι', καὶ διῆργοντο οἱ δέκα πήχεις τοῦ ἀδύτου τούτῳ τῷ καταπετάσματι.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
