# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 616.2

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 616.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/616.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/616.2

Τί ἐστιν, ’Εὰν μὴ τις γεννηθῇ ἄνωθεν, οὐ δύναται περὶ ἐμοῦ καλῶς δοξάσαι; Τὸ δέ, ἄνωθεν, ἐκ τοῦ οὐρανοῦ. Διὰ τί τὰ δύο καὶ οὐχὶ μόνον τὸ Πνεῦμα αὐτάρκες ἐνομίσθη πρὸς τὴν συμπλήρωσιν τοῦ βαπτίσματος; Σύνθετος ὁ ἄνθρωπος, καὶ οὐχ ἁπλοῦς, ὡς ἀκριβῶς ἐπιστάμεθα · καὶ διὰ τοῦτο τῷ διπλῷ καὶ συνεξευγμένῳ τὰ συγγενῆ καὶ ὅμοια φάρμακα πρὸς θεραπείαν ἀπεκλήρωθῆ · σώματι μὲν τῷ φαινομένῳ, ὕδωρ τὸ αἰσθητόν · ψυχῇ δὲ τῇ ἀοράτῳ, Πνεῦμα τὸ ἀφανές · πίστει καλούμενον, ἀδήλως παραγενόμενον · ὕδωρ δὲ ὑπηρετεῖ, πρὸς ἔνδειξιν τῆς καθαρώσεως. ’Επειδὴ γὰρ εἰώθαμεν καὶ ρύπῳ βορβορῷ τὸ σῶμα καθυβρισθέν, ὕδατι λούοντες καθαρὸν ἐπαραίνειν · διὰ τοῦτο καὶ ἐπὶ τῆς μυστικῆς πράξεως αὐτὸ παραλαβάνομεν · τῷ αἰσθητῷ πράγματι, τὴν ἀοράτων δηλοῦντες λαμπρότητα. Καὶ μετ’ ὀλίγα· Πρὸς δὲ χρείαν, αἱ τρεῖς καταδύσεις παραλαμβάνονται · τοῦτο τυγχάνει · Τέσσαρα στοιχεῖα γνωρίζομεν, ἀφ’ ὧν ὁ κόσμος ἔχει τὴν ὕστασιν, πῦρ, ἀήρ, γῆ, καὶ ὕδωρ. ’Ὁ τοίνυν Θεὸς ἡμῶν καὶ Σωτὴρ τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρῶν, τὸ τέταρτον τούτων ὑπήλθε τὴν γῆν, ἵν’ ἐκείθεν τὴν ζωὴν ἀνατείλῃ · ἡμεῖς δὲ τὸ βάπτισμα παραλαμβάνοντες εἰς μίμησιν τοῦ Κυρίου καὶ διδασκάλου καὶ καθηγεμόνος ἡμῶν, εἰς γῆν μὲν οὐ θάπτομεθα · αὕτη γὰρ τοῦ νεκρωθέντος παντελῶς σώματος γίνεται σκέπη, τὴν ἀσθένειαν καὶ φθορὰν τῆς φύσεως ἡμῶν περιτιλλούσα · ἐπὶ δὲ τῆς γῆς τὸ συγγενὲς στοιχεῖον τὸ ὕδωρ ἐρχόμενοι, ἐκεῖνῳ ἐαυτοὺς ἐγκρύπτομεν, ὡς ὁ Σωτὴρ τῇ γῇ · καὶ τρεῖς τοῦτο ποιήσαντες, τὴν τριήμερον τῆς ἀναστάσεως χάριν ἐξεικονίζομεν.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
