# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 617.8-618.32

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 617.8 to 618.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/617.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/617.8

Τί ἐστι τὸ, Χαρᾷ χαίρω; Διὰ τὸ ἐκ τῆς φωνῆς τοῦ Νυμφίου τὴν Νύμφην ἐπιγινώσκει αὐτόν. Ἡ λέγει τοιούτων ἐστιν· ἀντὶ τοῦ, Εἰ μὴ προσῆλθεν ἡ Νύμφη, τουτέστιν ὁ λαός, ἤγουν ἡ Ἐκκλησία, τῷ νυμφίῳ Χριστῷ, τότε ἂν ἤλγησα· νῦν δὲ τούτου γενομένου, ὡς φίλος χαρᾷ χαίρω. Τί σημαίνει· Ὁ ἄνωθεν ἔρχόμενος, ἔπάνω πάντων ἐστι; Τὴν ὑπερβάλλουσαν τῆς δόξης αὐτοῦ ὑπεροχὴν. Τὸν δὲ ἐκ τῆς γῆς ὄντα καὶ λαλοῦντα, ἐκείνῳ φησίν, οὐχ ὅτι δὲ γήϊνα ἔλεγεν, ἀλλὰ παραβάλλων τὰ αὐτοῦ πρὸς τὸν Χριστόν. Ἄντε ὁ μὴ τούτῳ πιστεύων, καὶ τῷ Πατρὶ ἀπιταί· οἱ δὲ ἀπαγγέλλοντες ἔλεγον τοιαῦτα, ὅπως διεγείρωσι τοὺς ἀκούοντας ὅτι ὁ Χριστὸς βαπτίζει· ἔλεγον δὲ μὴ γινώσκοντες τὸν τοῦ Ἰωάννου σκοπὸν ὃν εἶχεν εἰς Χριστόν. Πῶς νοητέον τῷ, Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας; Ὅτι ἄν, φησίν, ἀπέβησαν αὐτὸν οἾ Ἰουδαῖοι, ἐπὶ τὰ ἔθνη ἤρετο. Πόθεν ἐκλήθησαν Σαμαρεῖται, καὶ πῶς συνίστησαν; Σομὼρ τὸ ὄρος ἐλέγετο ἀπὸ τοῦ κτησαμένου· καθάπερ καὶ Ἠσαΐας φησί· Καὶ ἡ κεφαλὴ Σομὼρων Ἐφραΐμ· ἀλλ' οἱ οἰκοῦντες οὐ στεῖ τὸ γὰρ, Ἐσφράγισεν, ἐνταῦθα, Ἐδείξε, ση- Σαμαρεῖται, ἀλλ' Ἰσραηλῖται ἐλέγοντο· χρόνῳ δὲ προϊόντος προσέχρουσαν τῷ Θεῷ, καὶ βασιλεύσαντος Φακεὲ ἀνῆλθε Φελγαρσάρ, πόλεις τε εἷλε πολλάς, καὶ ἐπέθετο τῷ Ἠλᾷ, καὶ ἀνελὼν αὐτὸν, Ὦσὲ τὴν βασιλείαν ἔδωκε· καὶ ἐπὶ τούτον ἐλθὼν ὁ Σαλμανασάρ, εἷλε πόλεις ἑτέρας, καὶ φόρου ἐποίησεν ὑποτελεῖς. Ἀλλ' οὗτος τὸ μὲν πρῶτον ἤρεν· ὕστερον δὲ ἀπέστη τῆς ἀρχῆς, καὶ πρὸς τὴν τῶν Αἰθιόπων κατέφυγε συμμαχίαν. Ἔγνω τοῦτο ὁ Ἀσσύριος, καὶ ἐπιστρατεύσας καὶ ἀνελὼν αὐτούς, οὐκέτι τὸ ἔθνος ἐκεῖ μένειν ἄφεισι μαίνει. διὰ τὴν τῆς στάσεως ὑποψίαν· ἀλλὰ ἐξ αὐτῶν, τοὺς μὲν εἰς Βαβυλῶνα ἤγαγε καὶ Μήδους· ἐκείθεν δὲ ἔθνη διαφόρων τόπων ἀγαγὼν, κατῴκισεν ἐν τῇ Σαμαρείᾳ, ὥστε λοιπὸν ἀσφαλῆ αὐτῷ τὴν ἀρχὴν εἶναι, τῶν οἰκείων ἔχοντων τὸν τόπον. Τούτων δὲ γενομένων,

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
