# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 622.2

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 622.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/622.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/622.2

Οὐχ ἕτερα μὲν ὁ Πατὴρ, ἕτερα δὲ ὁ Υἱὸς ἀπεργάζεται, ἀλλὰ ταῦτα ποιεῖ ἅπερ ἐκεῖνος ποιεῖ. Τί οὖν, εἴποι, εἰ μὲν τὰ αὐτὰ ὁ Υἱὸς τῷ Πατρὶ, ἀδυναστερότερα δὲ δυνάμει καὶ τρόπῳ προσχωρούμενος; Διὰ τοῦτο, φησίν, εἶπον· Ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Ἀκούεις, ὦ Ἀρειε, τῷ, Ὅμοιως, καὶ τὸ ἀνδρομυλάγεις; Ὅμοιως ποιεῖ μετὰ τῆς αὐτῆς αὐθεντίας, μετὰ τῆς αὐτῆς ἐξουσίας. Εἰ γὰρ ὡς ὑπακούων ποιεῖ, οὐχ ὁμοίως ποιεῖ· εἰ ὁμοίως ποιεῖ, οὐχ ὡς ὑπακούων ποιεῖ· εἰ ὡς κτίσμα ποιεῖ, οὐχ ὁμοίως ποιεῖ.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
