# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 623.2-4

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 623.2 to 623.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/623.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/623.2

Τὸ δὲ, Εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἀπὸ τοῦ θανάτου πρὸς τὴν ζωὴν, τὸ, Εἰς κρίσιν, ἀντὶ τοῦ, Οὐ κολάζεται, οὐ κατακρίνεται. Θάνατον δὲ, οὐ τούτων, ἀλλὰ τῶν αἰώνιον· ὥσπερ καὶ ζωὴν, οὐ ταύτην, ἀλλὰ τὴν αἰώνιον. "Ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ ἀνθρώπου καὶ ζήσονται. Περὶ Λαζάρου καὶ τούτο ὁμοίως λέγει. "Ὡσπερ γὰρ, φησίν, ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ δύναμιν ἔχειν ἐν ἑαυτῷ. Τὴν τοῦ, ἔδωκε, λέξιν ἐνταῦθα τέθεικε ἐπὶ τῷ δεῖξαι μόνον τὰ δύο πρόσωπα· ἢ τοῦτο λέγει, τὸ ἐγείρειν νεκρούς, οὕτω καὶ τῷ Υἱῷ ἔδωκε· τοῦτο δὲ, τῆς ὑποστάσεως τὸ ἀπαράλλαχον εἰςάγει.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
