# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 631.49-632.13

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 631.49 to 632.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/631.49
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/631.49

πιστεύσαντες τῷ Χριστῷ· ἄλλως τε οὐχ ἂν αὐτοὺς σάτως; Διὰ τὸ παράδοξον· Ἐγὼ δὲ λέγω διὰ τὸ κλέπτας ἔλεγεν περὶ ὧν λέγει· Ἐλ ἠκούσατε Μωσέως καὶ τῶν Γραφῶν, ἠκούσατε ἂν ἐμοῦ· ἀλλὰ περὶ τίνος λέγει; Περὶ Θεοδᾶ καὶ Ἰούδα καὶ τῶν λοιπῶν στασιαστῶν οἱ εἰς Χριστοῦ ἦλθον ὀνόμα. Τίνα λέγει νομὴν εὕρησι; Ἡ τροφήν λέγει, ἤ κυριότητα· τοιαύτην ἐνδὸν μένει, καὶ οὐδεὶς αὐτὸν ἐξω θήσει. Πῶς δὲ νοεῖται τὸ, Ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἀναμφίβολον, καὶ τρόπον τινὰ τὸν ὀφθαλμὸν αὐτοῦ ἀνοιχθέντων, ὥσπερ ἕτερον ἀπὸ τοῦτου τὸ σχῆμα μικρὸν διαλλαγῆναι τῇ τῶν ὀφθαλμῶν ἀνοῖξει. Πόλυν ἐγίνωσκον ὅτι διὰ τοῦ πτώματος ἴδρη; Α ἔχωσι ; Ζωὴν μὲν τὴν διδασκαλίαν, τὸ δὲ τούτου περισσότερον τὴν τῶν οὐρανῶν βασιλείαν. Τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμεν, τὴν ἰσοτιμίαν ἐμφαίνει καὶ τὸ ὁμοούσιον · ὅθεν καὶ αὐτοὶ οὕτως νοήσαντες τὸ λεχθέν, λίθοις ἔβαλλον αὐτὸν λέγοντες · Περὶ καλοῦ ἔργου οὐ λιθοβολοῦμεν σε, ἀλλ’ ὅτι ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν Θεόν. Καὶ πῶς ἐπιφέρει τὸ, Ἐγὼ εἶπον · Θεοὶ ἐστε ; Τοὺς χάριτι μιανισκόμενος υἱούς, λοιπὸν χάριτι ἐλεγεν ἑαυτόν, τοῦτο δὲ καχεῖνοι ἦσαν · ὁ λέγει τοιούτον ἐστιν · Εἰ οἱ χάριτι τοῦτο λαβόντες οὐκ ἐγχαλοῦνται, θεοὺς ἑαυτοὺς καλοῦντες, πῶς ἐγὼ δικαίως ἐπιτιμῶμαι ὁ φύσει τοῦτο ἔχων; Καὶ ὅτι οὕτως ἐστιν, ἀκούσον τί ἐπιφέρει. Εἰ γὰρ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρὸς μου, μὴ πιστεύετέ μοι · εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύεσθε · Ἐπειδὴ γὰρ τὴν οὐσίαν αὐτοῦ ἀμήχανον ἦν ἰδεῖν, ἀπὸ τῆς τῶν ἔργων ἰσότητος καὶ ταυτότητος τὸ τῆς ἀπαρκαλαξίας παρέργεται. Ὅτι, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί, τοῦτό ἐστιν · Οὐδὲν ἄλλο εἰμὶ ἐγὼ ἢ ὅπερ ὁ Πατὴρ, μένων Υἱός, καὶ οὐδὲν ἄλλο ἐκεῖνος ἢ ὅπερ ἐγώ, μένων Πατήρ.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
