# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 633.11-7

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 633.11 to 633.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/633.11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/633.11

Τί ἐστι τὸ, Ἐνεδρύμησατο τῷ πνεύματι; Τοῦτό ἐστιν ἀνελ τοῦ, Ἐπετίμησε τῷ πάθει ἐπισχὼν τὴν σύγχυσιν τῶν δακρύων. Διὰ τί ὁ πάντα εἰδώς, Ποῦ τεθείκατε αὐτόν, ἐρωτᾷ; Οὐκ ἀγνοῶν, ἀλλὰ μὴ βουλόμενος ἑαυτὸν ἐπιβρίπτειν τῷ θαύματι. Διὰ τί λέγουσι τὸ, Οὐκ ἠδύνατο οὗτος, ὁ ποιήσας ἀνοψῶναι τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι Ἴνα καὶ οὗτος μὴ ἀποθάνῃ; Διεθαρρῶ-ω σκοπῶ, ὡς ἐνδιαβάλλοντες τὸ θαῦμα ἐκεῖνο ὡς μὴ γεγονός. Διὰ τί εὔχεται; Μᾶλλον δὲ εὐχῆς σχῆμα ἀναλαμβάνει · φησὶ γάρ · Διὰ τὸν περιεστῶτα ὄχλον εἶπον, Ἴνα πιστεύσωσιν ὅτι σὺ με ἀπέστειλας. "Ὁ δὲ λέγει τοιοῦτόν ἐστιν · Ἴνα μὴ ἀντίθεόν με νομίσωσι. Διὰ τί λέγει · Ἄρατε αὐτὸν ὠχάγειν; Ἴνα μὴ ἐπαγόμενος αὐτὸν δόξῃ κομπάζειν. Διὰ τί λέγουσιν, ὅτι Ἐὰν ἀφῶμεν αὐτόν, ἔρχονται οἱ Ῥωμαῖοι καὶ αἴρουσιν ἡμῶν τὸ ἔθνος ΚΕΦΑΛ. ΚΑ'. "Ὅτι ἡ παρὰ τῷ Ἰωάννῃ ἀλείψασα τὸν Κύριον μύρῳ, οὐκ ἔστιν ἡ αὐτὴ ἡ παρὰ τῷ Ματθαίῳ, οὐδὲ ἡ παρὰ τῷ Λουκᾷ · ἄλλη γὰρ καὶ ἄλλῃ ἐστίν ἐκεῖνη · αὕτη δὲ ἑτέρα ἐστιν, ἀλλὰ σεμνὴ τις καὶ σπουδαία · καὶ γὰρ περὶ τὴν ὑποδοχὴν ἐσπούδαζε τοῦ Χριστοῦ. "Ὅτι σφόδρα θαρρῶσαι εἰς Χριστὸν οὐκ ἔργονται αὐταί, ὡς ὁ ἐκατόνταρχος καὶ ὁ ἄρχων τοῦ βασιλικοῦ, ἀλλὰ ἀποστέλλουσι μηνύσασαι. "Ὅτι τοσοῦτον ἦσαν πιστεύουσαι τῷ Χριστῷ αἱ περὶ Μάρθαν, ὅτι ἀκούσασαι, Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον, ἀποθανόντος τοῦ ἀδελφοῦ οὐκ ἐσκανδαλίσθησαν. Τί ἐστιν τὸ λεγόμενον παρὰ Χριστοῦ · Οὐχὶ δώδεκα εἰσὶν ὧραι τῆς ἡμέρας; "Ὁ λέγει τοιοῦτόν ἐστιν · Εἰ δ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων ἐν ἀσφαλείᾳ ἐστίν, πολλῷ μᾶλλον ὁ μετ' ἐμοῦ ὤν διαπαντὸς, τοῦ δημιουργοῦ τοῦ φωτός. Πῶς λόγον νοεῖται τὸ αὐτὸς πιστεύειν; "Ὅτι διὰ τὸ ἐξυπνίσαι ἔχει παραγίνεται, διὸ καὶ λέγουσιν, Εἰ κεκοιμήται, σωθήσεται · οὗ περὶ ὕπνου νομίζουσι λέγειν αὐτὸν, οὐδὲ περὶ θανάτου · ἀλλὰ αἴνγμα νομιζοῦσι τι αὐτὸν λέγειν · ἐπεὶ πῶς πέντε στάδια πορευομένου αὐτοῦ, οὐκ ἂν ἐφθασεν ἐξυπνίσαι;

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
