# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 638.2-6

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 638.2 to 638.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/638.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/638.2

Τίνα λέγει ἄρχοντα τοῦ κόσμου; Τὸν διάβολον. Τὸ δὲ λέγειν, ὅτι Ἐν ἐμοὶ εὑρήσει οὐδέν, Ἄξιον, φησί, θανάτου ἠοῦν δείξει κατ' ἐμοῦ· ἄλλοι δὲ νοοῦσι τὸν Πιλᾶτον. Ἄρχοντα δὲ τὸν διάβολον λέγει, ἐπεὶ ἄρχει τῶν ἑαυτοὺς παραδιδόντων αὐτῷ· ἐπεὶ εἰ ἥρξε γῆς καὶ θαλάσσης, ἀνέστρεψεν ἂν πάντα. Διὰ τί εἶπεν· Ἐγείρεσθε, ἀγωμεν ἐντεῦθεν; Ἐπεὶ ἦσαν ἐν καταδήλῳ χωρίῳ. Ἀπάγων οὖν αὐτούς τῶς φόβου, τοῦτο καὶ λέγει καὶ ποιεῖ. ΚΕΦΑΛ. ΙΕ'. Πῶς νοεῖται τὸ, Πάντα ὅσα παρὰ τοῦ Πατρός μου ἤκουσα, ἐγνώρισα ὑμῖν, καὶ πάλιν ἀλλοχῶ λέγειν αὐτὸν, Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὑ δύνασθε βαστάζειν ἄρτι; Οὐδὲν ἄλλο διὰ τοῦ πάντα καὶ τοῦ ἀκούσαι κατασκευάζει, ἢ ὅτι οὐδὲν ἀλλότριον φθέγγεται, ἀλλὰ τὰ τοῦ Πατρός. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ. Κόσμον τοὺς πονηροὺς ἀνθρώπους λέγει τοὺς τὰ κοσμικὰ φρονοῦντας. Τί ἐστι τὸ, Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε; Τοῦτό ἐστιν, Ἵνα μὴ ἐκβάλλητε ἀπὸ τῆς ὑμῶν διανοίας.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
