# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 651.3-652.10

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 651.3 to 652.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/651.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/651.3

Εἰρήνη πᾶσιν. Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν. Τὰς θύρας, τὰς θύρας· ἐν σοφίᾳ πρόσχωμεν. (6) Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου· πρόσχωμεν τὴν ἁγίαν ἀναφορὰν ἐν εἰρήνῃ προσφέρειν. Ἐκφώνησον. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν Ἀνάσχωμεν τὰς καρδίας. Εὐχαριστήσωμεν τῷ Κυρίῳ. A ἵστανται κύκλῳ τὰ Σεραφίμ, ἐξ πτέρυγες..... ποιήσον σὺν τῇ εἰσόδῳ ἡμῶν εἰσόδον ἁγίων ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν καὶ συνοδολογούντων τὴν σὴν ἀγαθότητα· ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ [καὶ] εἰς τοὺς αἰῶνας τῶν αἰώνων. E Εὐχὴ τῆς ἐκτενοῦς ἱκεσίας. Κύριε, ὁ Θεὸς ἡμῶν, ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων, καὶ ἱλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τοὺς οἰκτιρμοὺς σου κατὰπεμφον ἐφ' ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
